55
θεοῦ». ἦσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ μαθηταὶ αὐτοῦ τοιοῦτοι, οὓς καὶ αὐτοὺς ἀπήλεγχε ποτὲ μὲν φάσκων πρὸς αὐτούς· «ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε», καὶ πάλιν· «οὔπως νοεῖτε οὐδὲ συνίετε», ποτὲ δὲ τῷ Πέτρῳ· «ὀλιγόπιστε, εἰς τί ἐδίστασας»; καὶ ἄλλα δὲ πλεῖστα φαίνεται ἐπιτιμήσας καὶ ἀπελέγξας, ὃ δὴ καὶ αὐτὸ προλαβοῦσα ἡ προφητεία ἐθέσπισεν. εἶθ' ἑξῆς ἐπιλέγει· καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ. νοήσεις δὲ καὶ τοῦτο ἐπακούσας αὐτοῦ λέγοντος· «Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν». «μάχαιρα» δὲ ἦν ὁ λόγος τοῦ στόματος αὐτοῦ, δι' οὗ τὴν γῆν καὶ τὰ γεώδη φρονήματα τῶν εἰς αὐτὸν πεπιστευκότων ἀνῄρει. καὶ ἐν πνεύματι ἀνελεῖ ἀσεβῆ τοῖς ἀθέοις καὶ ἀσεβέσι δαίμοσιν «ἐπιτιμῶν» καὶ μακρὰν αὐτοὺς ἐλαύνων διὰ χειλέων αὐτοῦ προφερομένῳ λόγῳ, ὡς βοᾶν αὐτοὺς καὶ λέγειν· «τί ἡμῖν καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ». Ἀλλὰ καὶ ἔσται φησὶ δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ καὶ ἀληθείᾳ εἰλημμένος τὰς πλευρὰς αὐτοῦ, κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἔσται δικαιοσύνη περίζωμα τῆς ὀσφύος αὐτοῦ καὶ ἡ πίστις περίζωμα τῶν λαγόνων αὐτοῦ. ὥσπερ δὲ βασιλεὺς ζώνῃ χρυσῇ καὶ λίθοις πολυτελέσι ζώννυται, τὸν αὐτὸν τρόπον καὶ τῷ προφητευομένῳ ζώνην ἀφορίζει τὴν δικαιοσύνην καὶ τὴν ἀλήθειαν, κἀνταῦθα νοουμένης τῆς θεότητος τοῦ λόγου· αὐτὸς γὰρ ἦν ἡ δικαιοσύνη, ὡς διδάσκει ὁ Ἀπόστολος λέγων· «ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις». καὶ αὐτὸς δὲ ὁ σωτὴρ ἐν Εὐαγγελίοις εἰρηκὼς ἀναγέγραπται· «ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή». αὕτη τοίνυν ἡ ἀλήθεια καὶ ἡ δικαιοσύνη τὸν «ἐκ ῥίζης Ἰεσσαὶ» περιέσφιγγον πλευρὰς καὶ ὀσφὺν ἐν βασιλικῷ καὶ ἐν στρατιωτικῷ σχήματι, τὸ κατὰ τῶν ἀφανῶν καὶ ἀοράτων πολεμίων παράστημα αὐτοῦ ἐμφαίνοντος τοῦ λόγου, διὰ τοσούτων ὥσπερ εἰκονογραφήσας τὸν προφητευόμενον. Ἑξῆς τὰ κατορθώματα αὐτοῦ διαγράφει διδάσκων, ὡς διὰ τῆς αὐτοῦ χάριτος καὶ θείας ἀρετῆς λύκοι μὲν οἱ ἐν ἀνθρώποις ἁρπακτικοὶ καὶ πλεονεκτικοὶ μεταβαλοῦσι δὲ τῆς μοχθηρίας ὡς μετὰ ἀρνῶν ἡμέρων καὶ πράων τὰς ψυχὰς ὑπὸ μίαν ἐκκλησίαν ἀγελάζεσθαι. ἄλλοι δὲ ὠμότατοι καὶ σφόδρα ἀπηγριωμένοι ἄνδρες οὐδὲν παρδάλεων διαφέροντες τὸ τοῦ θηρὸς φοβερὸν ἀποθέμενοι ἐρίφοις ἅμα τοῖς ἁπλουστέροις καὶ ἀκεραιοτέροις συναναπαύσονται. καὶ λέοντι δὲ τοὺς τρόπους παρεικασμένοι ἄλλοι, τὸ ὠμόθυμον καὶ σαρκοβόρον ἦθος ἐναλλάξαντες, ὁμοῦ τοῖς ἐν τῇ ἐκκλησίᾳ νεογνοῖς ὥσπερ μόσχοι καὶ ταῦροι συμβοσκηθήσονται τῆς αὐτῆς ἐκ τῶν θείων λογίων μεταληψόμενοι τροφῆς. εἰ δὲ καὶ βασιλικούς ποτε ἄνδρας ἀξιώμασι καὶ ὑπεροχαῖς ταῖς κατὰ τὸν βίον τετιμημένους θεάσοιο ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ μετὰ πενήτων καὶ εὐτελῶν συναγομένους, μὴ ὄκνει λέγειν καὶ οὕτως πληροῦσθαι τὴν γραφὴν λέοντας μόσχοις συμβοσκηθήσεσθαι φήσασαν. ἀλλὰ γὰρ ὁμοῦ τούτους πάντας τοὺς ἀποδοθέντας λύκους καὶ ἄρνας καὶ παρδάλεις, ἐρίφους τε καὶ λέοντας καὶ μόσχους καὶ ταύρους παιδίον φησὶ νήπιον ἄξει. τὸ δὲ ἄξει ἀντὶ τοῦ συνάξει λέλεκται. ἔργῳ δὲ ἔστι παραλαβεῖν καὶ τοῦτο, συνορῶντας ἐν τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ τοὺς πλείους τῶν προεστώτων δι' ἁπλότητα ψυχῆς καὶ ἀκακίαν οὐδὲν νηπίων διαφέροντας· ὅμως δ' οὖν ἡγουμένους τῶν ἀπὸ παντὸς γένους κατὰ τὸ αὐτὸ συναγομένων. Καὶ βοῦς δέ φησι καὶ ἄρκος ὁμοῦ βοσκηθήσονται, καὶ ἅμα ἔσονται τὰ παιδία αὐτῶν· κἀνταῦθα δὲ ἡμέρων καὶ πρὸς γεωργίαν ψυχῆς ἐπιτηδείων ἀνδρῶν καὶ ἄλλων ἀπηγριωμένων τοῖς τρόποις, τὴν ἐπὶ τὸ αὐτὸ κοινωνίαν διαγράφει, πλουσίων τε καὶ πενήτων, πονηρῶν τε καὶ ἀγαθῶν παῖδας ὁρῶν συγκροτουμένους ἐπὶ τῆς ἐκκλησίας μαρτυρήσεις τῇ προφητείᾳ φησάσῃ· καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται. σαρκοβόρος δὲ