1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

56

λέων τὴν φύσιν, ἀχύροις τρεφόμενος ποηφάγου ζῴου δίκην, ἄνθρωπος ἂν εἴη πάλιν θηριώδης καὶ ἀπηνής, ψιλῇ τῇ λέξει τῆς θείας χαίρων γραφῆς, ἧς ὁ μὲν λανθάνων ἐν ἀποκρύφῳ νοῦς αὐτὸς εἴη ὁ ψυχῶν τρόφιμος λόγος· ἡ δὲ τοῦτον περιβάλλουσα λέξις τὸ ἄχυρον. Ἔτι πρὸς τούτοις παιδίον νήπιον, ὁποῖον ἦν τὸ μικρῷ πρόσθεν εἰρημένον· ἐπὶ τρώγλην ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖν καὶ μηδὲ κακὸν πείθεσθαι λέλεκται. τρῶγλαι δὲ καὶ κοῖται ἀσπίδων καὶ τῶν τούτων γεννημάτων εἶεν ἂν σώματα τῶν ὑπὸ δαιμόνων ἐνοχλουμένων, οἷς ἐμφωλεύοντα τὰ ἑρπυστικὰ καὶ ἰοβόλα πνεύματα ἐγκοιτάζεται, τρώγλαις ὥσπερ τοῖς τοῦ σώματος αἰσθητηρίοις χρώμενα. ταῦτα δὲ τοῦ Χριστοῦ παιδίον, ἀνήρ τις ἁπλοῦς καὶ «τῇ κακίᾳ νηπιάζων», τῇ τοῦ σωτῆρος ἀπελαύνων δυνάμει, τὴν χεῖρα αὐτοῖς ἐπιτίθησι μηδὲν κακοποιεῖν δυναμένοις διὰ τὸν «ἐκ ῥίζης Ἰεσσαὶ» προελθόντα, «ὃς ἐξουσίαν ἐδίδου» τοῖς αὐτοῦ παιδίοις «πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ». ταῦτα πάντα ἔσεσθαι ἐπαγγέλλεται ἐπὶ τὸ ὄρος τὸ ἅγιον αὐτοῦ, τὸ καὶ διὰ τῶν ἔμπροσθεν δεδηλωμένον, οὐκ ἀλλότριον τοῦ ἐπουρανίου καὶ εὐαγγελικοῦ λόγου, ἐφ' ὃν «ὁ οἶκος τοῦ θεοῦ» καὶ «ἡ ἐκκλησία αὐτοῦ οἰκοδομεῖται». ἵνα γοῦν μή τις τὸ ἐνταῦθα λεγόμενον ὄρος ἅγιον νομίσῃ εἶναι τὸ ἐν μέρει γωνίας τῆς Παλαιστίνης Ἰουδαίοις ὑπειλημμένον, διασαφεῖ τὴν διάνοιαν ἑξῆς ἐπιφέρων· ὅτι ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας, οὕτως σημαίνων τὴν καθ' ὅλης τῆς οἰκουμένης ἱδρυμένην ἐκκλησίαν τοῦ θεοῦ καὶ τὴν ἐν αὐτῇ κηρυττομένην εὐσεβῆ γνῶσιν, τὴν πᾶν τὸ ἁλμυρὸν τῆς κακίας τοῦ βίου, ὥσπερ πολλῷ τῷ ῥεύματι κατακλύζουσαν καὶ πᾶσαν ψυχῆς ῥυπαρίαν ἀποκαθαίρουσαν. Ἔσται δέ φησιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, δῆλον δ' ὅτι κατὰ τὸν προφητευόμενον χρόνον, οὗτος αὐτὸς ὁ «ἐκ ῥίζης Ἰεσσαὶ» ἀναστησόμενος μετὰ τὸ ἀναστῆναι, δῆλον δ' ὅτι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, «ἄρχων καὶ ἡγούμενος τῶν ἐθνῶν», καὶ ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν· οὐ γὰρ Ἰουδαίων ἔσται βασιλεὺς οὐδ' ὥσπερ αὐτὸς ὁ ∆αυίδ, οἵ τε τούτου διάδοχοι, βραχείας τινὸς γωνίας κρατήσει, τῶν δ' ἁπανταχοῦ τῆς γῆς ἄρξει. καὶ ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι πληρουμένης κἀκείνης τῆς προφητείας, δι' ἧς εἴρηται παρὰ Μωσεῖ· «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν». τέλος δὲ ἐπάγει τοῦ παντὸς λόγου· καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή, ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον· καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ δόξα, σφόδρα ἀκολούθως· τὴν γὰρ πρώτην ἀρχὴν τῆς εἰς ἀνθρώπους γενέσεως αὐτοῦ διδάξας καὶ τὰ μεταξὺ πάντα διελθὼν καὶ τὸ τέλος ὁποῖον ἕξει παρίστησι λέγων· καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμὴ καὶ δόξα. οὐδαμῶς μὲν θάνατον ὑπογράφων αὐτοῦ, ἀνάπαυσιν δὲ ὀνομάζων καὶ δόξαν καὶ τιμήν· τοῦτο γὰρ ἦν τὸ τέλος τῆς τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους οἰκονομίας. ὃ δὴ καὶ αὐτὸς ὁ σωτὴρ ἡμῶν δεικνὺς ἔλεγεν ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ· «πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί». 1.63 Τὸν μὲν «ἐκ ῥίζης Ἰεσσαὶ» προελευσόμενον οὐδ' ἕτερον τοῦ Χριστοῦ καὶ αὐτοὶ εἶναι ὁμολογοῦσιν Ἰουδαίων παῖδες, σαφῶς τὸν παρ' αὐτοῖς προσδοκώμενον ἠλειμμένον διὰ τῆς προκειμένης προφητείας δηλοῦσθαι φάσκοντες. ἤδη δὲ χιλίων ἐτῶν Χριστοῦ διελθόντος ἀπὸ τῶν τοῦ προφήτου Ἠσαΐου καὶ εἰς ἡμᾶς καιρῶν καὶ μὴ τὸν προφητευόμενόν πω ἐληλυθέναι, παραδεχόμενοι εἰς ἀεὶ δὲ ἀναβαλλόμενοι καὶ εἰς ἄπειρον ἐκτείνοντες τὴν προσδοκίαν καὶ τὴν προφητείαν ὡς οὐκ ἀληθῆ θεσπίζουσαν διαβάλλουσι καὶ σφᾶς αὐτοὺς τῆς τῶν προφητευομένων ἀποστεροῦσιν ἐλπίδος. ἔπειτα πειρῶνται διερμηνεύειν τὸν νοῦν τῶν προφητικῶν φωνῶν «μὴ νοοῦντες» κατὰ τὸν Ἀπόστολον «μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται» φέρ' οὖν ἤδη τῶν προκειμένων ἐφαψώμεθα, ἐπειδὴ τὸν