57
ἀνιστάμενον ἐκ ῥίζης Ἰεσσαὶ ἄρξειν τῶν ἐθνῶν ἐθέσπισε. καὶ ἐπήγαγεν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν· ἀναγκαίως καὶ τοῦ Ἰουδαϊκοῦ μέρους μέμνηται διὰ τῶν προκειμένων πρὸς τὸ μὴ ὑπολαβεῖν τὸν προφητευόμενον μηδένα ὠφελήσειν τὸν ἐκ περιτομῆς λαόν. ∆ιδάσκει τοίνυν ὡς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦτ' ἔστιν ἐν τῷ χρόνῳ τῆς ἐπιφανείας τοῦ θεσπιζομένου, προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ. ἀνθ' οὗ ὁ μὲν Ἀκύλας· προσθήσει φησὶ κύριος δεύτερον τὴν χεῖρα αὐτοῦ τοῦ κτήσασθαι τὸ ὑπόλειμμα λαοῦ αὐτοῦ, ὁ δὲ Σύμμαχος· προσθήσει κύριος ἐκ δευτέρου τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ ὑπόλειμμα τοῦ λαοῦ αὐτοῦ· ὥσπερ γὰρ ἅπαξ ποτὲ ἐν Αἰγύπτῳ «καταπονούμενον» τὸν τῶν Ἰουδαίων λαὸν ἠλευθέρωσε «τῆς κακώσεως», τὴν αὐτοῦ χεῖρα τὴν παραδοξοποιὸν διὰ Μωσέως προστησάμενος, δι' ἧς τὰ παράδοξα θαύματα εἰργάσατο ἐπὶ τῆς Αἰγυπτίων χώρας, τὸν αὐτὸν τρόπον προσθήσει πάλιν τὴν χεῖρα αὐτοῦ ὥσπερ ἐκ δευτέρου κινῶν αὐτὴν διὰ παραδόξων ἔργων, ὑπὲρ τοῦ κτήσασθαι καὶ ζηλωτὸν ποιῆσαι τὸ καταλειφθὲν τοῦ λαοῦ. πάλιν δὲ καὶ ἐνταῦθα τὸ ὑπόλειμμα καὶ τὸ ὑπόλοιπον τοῦ λαοῦ σημαίνει τὸ διὰ τῶν ἔμπροσθεν ὠνομασμένον, περὶ οὗ ἐλέγετο· «καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν». τοῦτο δὲ ἦν τὸ «σπέρμα» τῶν ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν τοῦ θεσπιζομένου, ὃ δὴ «λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν» ἀπὸ παντὸς τοῦ ἐν πᾶσι τοῖς ἔθνεσι διεσπαρμένου Ἰουδαίων λαοῦ, εἴτε γὰρ ἐν τῇ τῶν Ἀσσυρίων χώρᾳ, εἴτ' ἐν Αἰγύπτῳ, εἴτε ἐν Βαβυλῶνι, εἴτε ἐν Αἰθιοπίᾳ, εἴτ' ἐν τῇ γῇ τῶν Ἐλαμιτῶν, εἴτ' ἐν τῇ λοιπῇ οἰκουμένῃ διεσπαρμένοι τινὲς ἦσαν τοῦ Ἰουδαίων ἔθνους. τούτων αὐτῶν τοὺς εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότας «λεῖμμα κατ' ἐκλογὴν χάριτος» «γενομένους» δοξάσειν καὶ ζηλωτοὺς ποιήσειν εἴρηται, ὃ δὴ καὶ ἔργοις ἐπληροῦτο δι' αὐτῶν τῶν αὐτοῦ μαθητῶν καὶ ἀποστόλων, τῶν τε λοιπῶν τῶν ἐξ Ἰουδαίων τὸν Χριστοῦ λόγον παραδεδεγμένων ἡ ἐκκλησία τοῦ θεοῦ συνέστη καὶ ἡ κλῆσις τῶν ἐθνῶν ἁπάντων δι' αὐτῶν ἐπετελέσθη. πρῶτοι μὲν γὰρ ἦσαν «οἱ δώδεκα» τοῦ σωτῆρος ἡμῶν «ἀπόστολοι», κἄπειτα «οἱ ἑβδομήκοντα μαθηταί»· μέμνηται δὲ καὶ «ἀδελφῶν» ὁ Παῦλος, οἷς «ὤφθη ἐφάπαξ» μετὰ τὴν ἀνάστασιν ὁ σωτήρ, καὶ ἑτέρων πλειόνων ἀποστόλων. τοῦ δ' αὐτοῦ χοροῦ καὶ ὁ Παῦλος ἦν καὶ ὁ Βαρναβᾶς καὶ Τιμόθεος, οἵ τε λοιποὶ πάντες, οὓς «συνεργοὺς αὐτοῦ καὶ συστρατιώτας» ὁ Παῦλος ὠνόμαζεν, ὧν τε αἱ Πράξεις τῶν Ἀποστόλων ἐξέθεντο τὴν μνήμην, οἷς προσήκει συμπεριλαμβάνειν καὶ «τοὺς ἐν ἡμέρᾳ τῆς πεντηκοστῆς ὁμοθυμαδὸν συνηγμένους» «καὶ πληρωθέντας ἁγίου πνεύματος, οἳ καὶ ἐλάλουν» «ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς». ἐφ' οἷς καὶ μαρτυρεῖ ἡ γραφὴ λέγουσα· «Ἦσαν δὲ ἐν Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐσεβεῖς ἀπὸ παντὸςἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· γενομένης δὲ τῆς φωνῆς ταύτης συνήχθη τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουσεν εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. ἐξίσταντο δὲ καὶ ἐθαύμαζον λέγοντες· οὐκ ἰδοὺ πάντες εἰσὶν οὗτοι Γαλιλαῖοι; καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν, Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Συρίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν τὰ μεγαλεῖα τοῦ θεοῦ ταῖς ἡμετέραις γλώσσαις». εἶτα τοῦ Πέτρου διαλεχθέντος αὐτοῖς περὶ τῆς σωτηρίου χάριτος «ἀποδεξάμενοι τὸν λόγον» οἱ προλεχθέντες «ἐβαπτίσθησαν, καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι». καὶ ἄλλοτε πάλιν Ἰουδαίων πλείους «ἐπίστευσαν, καὶ ἐγενήθη ὁ