1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

59

καὶ Μωαβῖται τὰ περὶ τὴν Ἰουδαίαν Ἀραβικὰ ἔθνη, πολέμια καὶ ἐχθρὰ τυγχάνειν τοῦ παρὰ Ἰουδαίοις τιμωμένου θεοῦ διὰ τὴν ἔκτοπον αὐτῶν εἰδωλολατρίαν εἰκότως τούτων αὐτῶν ὀνομαστὶ μνήμην ὁ λόγος ἐποιήσατο, ὡς καὶ αὐτῶν παραδεξομένων τὴν ὑπὸ τῶν ἀποστόλων κηρυχθησομένην θεοσέβειαν. διό φησι· καὶ ἐπὶ τὴν Ἰδουμαίαν καὶ ἐπὶ Μωὰβ τὰς χεῖρας ἐπιβαλοῦσι, καὶ τοὺς υἱοὺς δὲ Ἀμμὼν ὑπακούσεσθαι τῷ κηρύγματι προφητεύει. ἔθνη δὲ ταῦτά ἐστι τῶν τὴν Ἀραβίαν οἰκούντων πάλαι μὲν ὄντα δεισιδαιμονέστατα, νυνὶ δὲ τὸν Χριστοῦ λόγον ὑποδεδεγμένα, διὸ ὡς παράδοξον θεσπίζει τὸ ὑποταγήσεσθαι τοῖς τοῦ εὐαγγελίου κήρυξι τοὺς πάλαι ἐχθροὺς καὶ ἐναντίους τῇ Ἰουδαίων θεοσεβείᾳ. κατὰ δὲ τὸν Σύμμαχον· Ἐδώμ φησι καὶ Μωὰβ ἔκτασις χειρὸς αὐτῶν. ὃ καὶ αὐτὸ δι' ἔργων ἐπληροῦτο, ὅτε τὴν ἑαυτῶν χεῖρα καὶ τὰς δι' αὐτῶν ἐπιτελεσμένας πράξεις οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἐπὶ τοὺς τὴν Ἀραβίαν οἰκοῦντας ἐξέτειναν ὡς καὶ τὰς τούτων πόλεις ἐκκλησιῶν πληρῶσαι θεοῦ ἐν τῷ λέγεσθαι· καὶ ἐπὶ Μωὰβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσι, καὶ πάλιν· υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται. εἰδέναι χρὴ ὡς οὔτε ἡ Ἑβραϊκὴ φωνὴ οὔτε ἡ τῶν λοιπῶν ἑρμηνευτῶν λέξις τὴν προσθήκην τοῦ πρώτους αὐτοὺς ὑπακούσεσθαι περιέχει, ἀλλὰ αὐτὸ μόνον, ὅτι καὶ ἐπὶ τούτους ἐκταθήσεται ἡ διὰ τῶν ἀποστόλων καταγγελλομένη τοῦ Χριστοῦ χάρις. 1.64 Οἱ τρεῖς συμφώνως οὕτως ἡρμήνευσαν· καὶ ἀναθεματίσει κύριος τὴν γλῶσσαν θαλάσσης Αἰγύπτου. θάλασσαν δὲ εἴωθεν ὁ λόγος καλεῖν τὸ πλῆθος τῶν ἀσεβῶν ἀνδρῶν ἢ καὶ τὸ χύμα τῆς κακίας ἁλμυρῶν ὑδάτων ὥσπερ πεπληρωμένης. ἀναθεματίσειν δὲ λέγεται ὁ κύριος, ἵνα μηκέτι τῇ γλώσσῃ τῇ Αἰγυπτίᾳ τὴν δεισιδαίμονα πλάνην κρατύνωσι, μάθωσι δὲ «λαλεῖν» τὰ τοῦ θεοῦ λόγια καὶ «ὀμνύειν ἐν τῷ ὀνόματι κυρίου». ἐπιστῆσαι δὲ ἄξιον ὡς καὶ ἐν τοῖς προκειμένοις τοῦ σωτῆρος ἡμῶν «Ἰησοῦ» μέμνηται ὁ λόγος κατὰ τὴν Ἑβραϊκὴν φωνὴν ἐν τῷ· «ἰδοὺ ὁ θεὸς ὁ σωτήρ μου, πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ»· ἀντὶ γὰρ «τοῦ σωτῆρός μου» ἡ Ἑβραϊκὴ λέξις «ἠσουαθὶ» περιέχει, καὶ πάλιν «ἐκ τῶν πηγῶν τοῦ σωτηρίου» ἀντὶ «τοῦ σωτηρίου», «ἠσουὰ» λέλεκται. ὥσπερ τῆς Ἰδουμαίας καὶ τῆς Μωὰβ καὶ τῶν υἱῶν Ἀμμὼν οὐκ ἀργῶς ἐν τοῖς ἔμπροσθεν ὀνομαστὶ ἐμνημόνευσεν ὁ λόγος, ἀλλ' ὅτι δεισιδαιμονέστατα τυγχάνοντα ἔθνη, ἐχθρά τε καὶ ἀντικείμενα τῷ τῶν προφητῶν ὑπῆρχε θεῷ, διὸ ὡς ἐν παραδόξῳ θεσπίζει αὐτὰ ταῦτα τὴν Χριστοῦ διδασκαλίαν παραδέξασθαι. κατὰ τὸν αὐτὸν τρόπον καὶ τῆς Αἰγυπτίων εἰδωλολατρίας τὴν μνήμην εὐκαίρως παρείληφεν, ὡς καὶ αὐτῆς καταλυθησομένης κατὰ τοὺς δηλουμένους χρόνους. ἔστι δὲ ὁ παρὼν λόγος οὐ περὶ τῆς Αἰγύπτου· ἰδιάζει γὰρ ἡ περὶ αὐτῆς προφητεία ἐν ὑποθέσει περιγεγραμμένη οἰκείᾳ, ἧς προγέγραπται· «ὅρασις Αἰγύπτου» περὶ δὲ «τοῦ κατ' ἐκλογὴν λείμματος». ἐπεὶ καὶ ταῦτα θεσπίζει διδάσκων, ὅπως μετὰ τὴν πάροδον τὴν εἰς ἀνθρώπους τοῦ «ἐκ ῥίζης Ἰεσσαὶ» προελευσομένου οἱ τοῦτον παραδεδεγμένοι «λεῖμμα κατ' ἐκλογὴν» ὄντες τοῦ Ἰσραὴλ μετὰ τῶν ἄλλων ἐθνῶν καὶ τὴν Αἰγυπτίων χώραν τῆς Χριστοῦ διδασκαλίας πληροῦσι, μηδενὸς αὐτοῖς ἐμποδὼν ἱσταμένου. τετηρήκαμεν δὲ ἤδη καὶ πρότερον, ὅτι τῆς προφητικῆς φωνῆς τὰ μὲν πρὸς λέξιν ἀποδίδοται οὐ δεόμενα τροπικῆς ἀλληγορίας, τὰ δὲ καὶ μὴ βουλομένους ἐκβιάζεται δι' ἀλληγορικοῦ τρόπου χωρεῖν. ὥσπερ οὖν κατηνάγκαζεν ὁ λόγος τροπικῶς ἑρμηνεύειν «τὴν ῥάβδον» «ἐκ τῆς ῥίζης Ἰεσσαὶ» καὶ «τὸ ἄνθος» καὶ «τὸν κορμόν», οὐκέτι δὲ καὶ τὸν Ἰεσσαὶ δίκαιον ἦν ἀλληγορεῖν, καὶ πάλιν τὰ ὡς περὶ θηρίων λελεγμένα ἀναγκαῖον ἦν μεταφέρειν ἐπὶ τοιούσδε τρόπους ἀνθρώπων, οὐκέτι δὲ καὶ τὰ ἔθνη τροπολογεῖν, ὧν ἐλέγετο ἄρχειν. οὕτω καὶ ἐν τοῖς μετὰ χεῖρα Αἴγυπτον μὲν τὴν αἰσθητὴν τῶν Αἰγυπτίων χώραν ἀναγκαῖον ὁμολογεῖν, θάλασσαν δὲ αὐτῆς καὶ ποταμὸν ἀλληγορικῶς ἐκδέχεσθαι, ἅπερ φησὶν ἐρημωθήσεσθαι κατὰ τοὺς