1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

60

προφητευομένους χρόνους, ἐν οἷς «προσθήσειν» εἴρηται «ὁ κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ»· τῇ γὰρ προσθήκῃ προγενομένοις πράγμασιν ἕτερα ὁμοιότροπα ἐπιγενήσεσθαι δηλοῖ, ἐφ' οἷς γὰρ πάλαι διὰ Μωσέως ἡ χεὶρ τοῦ κυρίου ἐξήγαγε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου καὶ διήγαγε τὴν θάλασσαν τὴν ἐρυθρὰν καὶ εἰσήγαγεν «εἰς τὴν γῆν τῆς ἐπαγγελίας» τὴν οὖσαν ἀλλοφύλων πρότερον. νυνὶ διὰ τοῦ «ἐκ τῆς ῥίζης Ἰεσσαὶ» ἡ αὐτὴ χεὶρ τοῦ κυρίου προσθήκην ἀγαθῶν ποιουμένη τοὺς ἀποστόλους τοῦ σωτῆρος καὶ τοὺς κήρυκας τοῦ σωτηρίου εὐαγγελίου Ἰουδαίους ὄντας καὶ ἐξ Ἰουδαίων ὁρμωμένους ἐπιδόξους καὶ ζηλωτοὺς ἐποίει καθ' ὅλης τῆς οἰκουμένης, οὐ μὴν ἀλλὰ ἐπ' αὐτῆς Αἰγύπτου, ἔνθα παρῄεσαν ἀκωλύτως μηδενὸς ἐμποδὼν αὐτοῖς γιγνομένου. καὶ κατῄεσαν ἐπὶ καθαιρέσει τῆς Αἰγυπτιακῆς εἰδωλολατρίας. καὶ οἱ μὲν ἐπὶ Μωϋσέως ἐξῄεσαν φεύγοντες τὸν Φαραὼ καὶ τοὺς Αἰγυπτίους, οἱ δὲ Χριστοῦ μαθηταὶ εἰσῄεσαν εἰς Αἴγυπτον αὐτόμολοι κήρυκες τοῦ σωτηρίου λόγου. καὶ τοῖς μὲν ἐπὶ Μωϋσέως διῄρητο ἡ θάλασσα αἰσθητῶς, τό τε ὕδωρ τοῦ Αἰγυπτίου ποταμοῦ μετεβάλλετο εἰς αἷμα· ἡ δὲ τῶν ἀγαθῶν προσθήκη ἐπὶ τῶν δηλουμένων χρόνων τῇ μὲν θαλάσσῃ ἐρημίαν ἀπειλεῖ τῇ Αἰγυπτίᾳ, τῷ δὲ ποταμῷ αὐτῶν παντελῆ ἔκλειψιν, πρὸς τὸ δίχα τινὸς κωλύματος τοὺς τοῦ σωτηρίου εὐαγγελίου κήρυκας ἐκπεριελθεῖν τὰς Αἰγυπτίων χώρας καὶ ἀνατροπὴν μὲν τῆς πολυθέου αὐτῶν δεισιδαιμονίας ἐργάσασθαι, τοῦ δὲ ἐπὶ πάντων θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ τοῦ «ἐκ ῥίζης Ἰεσσαὶ» προελθόντος παραδοῦναι τὴν γνῶσιν. θεωρητέον δὲ ὅπως οὐ τὴν χώραν Αἰγύπτου, ἀλλὰ τὴν θάλασσαν αὐτῆς λέγεται ὁ κύριος ἐρημώσειν τοῦ τῆς εἰδωλολατρίας πλήθους οὕτω δηλουμένου. εἰ τοίνυν τὰ πλήθη τῆς κακίας τοῦ βίου θαλάσσῃ παραβάλλεται, ὅρα εἰ μὴ εὐλόγως τὴν τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν γλῶσσαν τῶν πάλαι τὸν θεὸν ἀγνοούντων, ὡς ἐδήλου λέγων ὁ Φαραώ· «οὐκ οἶδα τὸν κύριον καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστέλλω». ὃ δὴ προϊὼν ὁ λόγος ἔσεσθαι θεσπίζει. οὕτω δὲ ἀνατεθεμάτισται τῆς Αἰγυπτίας θαλάσσης ἡ γλῶσσα, ὡς ἀποσιωπῆσαι τῶν παρ' αὐτῆς πάλαι βοωμένων πονηρῶν δαιμόνων τὰ χρηστήρια καὶ τὰ μαντεῖα· λελύσθαι δὲ αὐτῶν καὶ τὰς δι' ἀνδρῶν γοήτων κακοτεχνίας. ἃ δὴ πάντα δι' ἔργων ἐπληροῦτο μετὰ τὸ κήρυγμα τὸ εὐαγγελικὸν τὸ κηρυχθὲν αὐτοῖς Αἰγυπτίοις. ἐξ ἐκείνων δὲ καὶ εἰς ἡμᾶς αὐτοὺς τῶν παρ' Αἰγυπτίοις νενομισμένων θεῶν ἡ πᾶσα δύναμις ἀπέσβη καὶ πάντων δὲ τῶν ἀθέων καὶ δυσσεβῶν ἀνδρῶν τῶν καθ' ὅλης τῆς οἰκουμένης Αἰγυπτιαζόντων κατὰ τὸν ὅμοιον τῆς εἰδωλολατρίας τρόπον ἡ ποτὲ πλημμυροῦσα καὶ κυματουμένη θάλασσα τὴν ἐσχάτην πέπονθεν ἐρημίαν. θάλασσαν δὲ τῆς Αἰγύπτου λέγεται κύριος ἐρημώσειν, τοῦτ' ἔστι τῆς εἰδωλολατρίας τὸ πλῆθος, οὐ μόνον δὲ τὴν θάλασσαν ἐρημώσειν, ἀλλὰ καὶ τὴν χεῖρα αὐτοῦ ἐπιβαλεῖν ἐπὶ τὸν ποταμὸν αὐτῆς τῆς ἐξ αἰῶνος συνεστώσης τοῖς Αἰγυπτίοις βασιλείας, οὕτως πως δηλουμένης βιαίου πνεύματος νοουμένου τοῦ πρῶτον καθελόντος τὴν βασιλείαν Αἰγυπτίων Ῥωμαίων ἄρχοντος· λέλυτο γοῦν αὐτὸς ὁ ποταμὸς παταχθεὶς ἢ καὶ ὥσπερ εἰς κοιλάδας βαθείας ταπεινωθεὶς καὶ εἰς φάραγγας μεταβληθεὶς ἑπτά. ὃ δὴ καὶ αὐτὸ νοήσεις ἐπιστήσας τὸν νοῦν, ὡς πάλαι μὲν ἑνὸς ποταμοῦ ῥεῦμα μέγιστον, δι' οὗ τὸ τῆς Αἰγύπτου βασίλειον ἐδηλοῦτο, τῶν αὐτόθι πάντων ἐθνῶν ἐκράτει, παταχθέντος δ' ἐκείνου καὶ λυθέντος μερικοί τινες ἄρχοντες αὐτῶν κατὰ χρόνους ἡγοῦντο· οἱ μὲν τὰ Λιβύων διέποντες μέρη, οἱ δὲ ἀφωρισμένως τὰ Θηβαίων, οἱ δ' αὐτῆς Αἰγύπτου καὶ Ἀλεξανδρείας. καὶ τούτων οἱ μὲν ἡγεμονίαις τετίμηνται, τῶν δημοτικῶν καὶ πολιτικῶν πραγμάτων ἐγκεχειρισμένοι τὴν φροντίδα, οἱ δ' ἀφωρισμένως πάλιν τῶν στρατιωτικῶν καθηγοῦνται ταγμάτων, καὶ οὗτοί γε πάντες ὑπὸ τῆς μείζονος ἐξουσίας ἐπὶ τὰς δηλωθείσας ἀρχὰς προαγόμενοι. κἄπειτα ἰδιωτεύοντες φάραγξιν