62
τοῖς τὸ κήρυγμα παραδεξαμένοις Αἰγυπτίοις· Ὑμνεῖτε κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔνδοξα αὐτοῦ, μιμνῄσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. ταῦτα γὰρ σύ, ὁ χορὸς ὁ ἀποστολικός, διδάσκων τοὺς ὑπὸ σοὶ «μαθητευομένους» ἐρεῖς, παραγγέλλων αὐτοῖς μὴ σιωπᾶν, ἐξαγγέλλειν δὲ τοῖς πᾶσι καὶ εἰς ἐξάκουστον βοᾶν τῆς σωτηρίου εὐεργεσίας τὴν χάριν. εἶτα πάλιν τοῖς αὐτοῖς προσφωνεῖ διδάσκειν καὶ λέγειν· ὑμνήσατε τὸ ὄνομα κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα πάντα ἐν πάσῃ τῇ γῇ. μεθ' ἅπαντα ἐπιλέγει· ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες Σιών, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς. ἤδη δὲ διὰ πλειόνων Σιὼν ἀπεδόθη ὁ εὐαγγελικὸς λόγος, ἐφ' ὃν ἡ ἐκκλησία τοῦ θεοῦ ᾠκοδόμηται. ἐπεὶ τοίνυν ὁ ἅγιος Ἰσραὴλ ὑψώθη ἐν μέσῳ τῆς ἐκκλησίας αὐτοῦ, εἰκότως ἀγαλλιᾶσθέ φησι καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες ἐν αὐτῇ, ἅτε μέσον αὐτὸν ἔχοντες τὸν ἅγιον Ἰσραὴλ κατὰ τὴν ἐπαγγελίαν, ἣν καὶ αὐτὸς πεποίητο φήσας· «ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν». πλὴν ἀλλὰ πάλιν τὸ προφητικὸν πνεῦμα τῷ ὀνόματι κέχρηται καὶ τὴν Σιὼν ἀγαλλιᾶν τε καὶ εὐφραίνεσθαι τοὺς ἐν αὐτῇ παρακελεύεται τούτοις τοῖς ῥήμασιν εἰς εὐθυμίαν ἄγον τοὺς ἐκ περιτομῆς διὰ τὸ νομίζειν ταῦτα περὶ αὐτῶν λέγεσθαι καὶ ταύτῃ τῇ δόξῃ περιέπειν τὴν βίβλον ὡς ἂν τὰ κάλλιστα περὶ αὐτῶν θεσπίζουσαν. 1.65 Συντελέσας ὁ λόγος τὴν περὶ τοῦ «ἐκ ῥίζης Ἰεσσαὶ» προελευσομένου προφητείαν καὶ πάντα θεσπίσας τὰ ἐπὶ τῇ παρουσίᾳ τοῦ Χριστοῦ γενησόμενα ἑτέρας ἄρχεται ὑποθέσεως τῆς κατὰ Βαβυλῶνος, εἶθ' ἑξῆς δευτέραν τίθησι τὴν «περὶ τῶν Φυλιστιέων», οὕτως δὲ εἴωθεν ἡ γραφὴ τοὺς Παλαιστίνους ὀνομάζειν, μεθ' οὓς τρίτον ἐστὶ «τὸ ῥῆμα τὸ κατὰ τῆς Μωαβίτιδος», εἶτα καὶ «τὸ ῥῆμα τὸ κατὰ ∆αμασκοῦ» καὶ μετὰ ταῦτα «ὅρασις Αἰγύπτου», εἶθ' ἕκτον «τὸ ὅραμα τῆς ἐρήμου» καὶ εἶτα «τὸ ὅραμα τῆς Ἰδουμαίας», ἔπειτα «λῆμμα ἐν τῇ Ἀραβίᾳ», ᾧ ἕπεται «τὸ ὅραμα τῆς φάραγγος Σιὼν» καὶ ἐπὶ πᾶσι «τὸ ῥῆμα Τύρου». δέκα δὴ αὗται συνημμέναι τυγχάνουσι προφητεῖαι περὶ τῶν ἀλλοφύλων ἐθνῶν, αἷς καὶ «τὴν φάραγγα Σιὼν» περιείληφε τοῖς ἀλλοφύλοις καὶ τὸν Ἰουδαίων λαὸν συγκαταλέξας. γνῶσιν δὲ αὐτοῖς τὴν διὰ Χριστοῦ καὶ ἀγαθῶν ἐπαγγελίας εὐαγγελίζεται, κηρύττει τε καθολικῶς τοῖς πᾶσι τὸν περὶ τῆς τοῦ θεοῦ κρίσεως λόγον προτρέπων ἅπαντας ἀνθρώπους θεοσεβῶς ζῆν τοῦ δικαιωτηρίου τοῦ θεοῦ μεμνημένους. ἀναγκαίως δὲ τὰς περὶ τούτων αὐτῶν προφητείας Ἰουδαίοις παρεδίδου, ἵν' ἐκ τῆς προαγορεύσεως τῶν μελλόντων τῆς τε κατὰ τὰς προρρήσεις ἐκβάσεως πεισθεῖεν ἀληθῶς «θεὸν εἶναι τὸν διὰ τῶν προφητῶν αὐτοῖς λαλοῦντα», πρόνοιάν τε αὐτῶν ποιούμενον καὶ τὰ λυσιτελῆ παραινοῦντα. πρώτην οὖν τίθησι τὴν κατὰ Βαβυλῶνος ὅρασιν, προειπὼν ἐν ἀρχῇ τῆς ὅλης βίβλου «ὅρασιν τὴν κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἰερουσαλήμ». ἐπειδὴ «γὰρ μή ἐστι προσωποληψία παρὰ τῷ θεῷ», ἀπ' αὐτῶν ἤρξατο τῶν οἰκείων καὶ εἰς αὐτοὺς πάλιν καταστρέψει τὸν λόγον. τῶν δὲ ἀλλοφύλων ἐθνῶν τὴν Βαβυλῶνα προστάσσει, βασιλικὴ δὲ αὕτη τῶν Ἀσσυρίων πόλις μεγίστη καὶ δυνατωτάτη. λέγονται δὲ Ἀσσύριοι πρῶτοι τῆς οἰκουμένης κρατῆσαι ἐφ' ὅλοις χιλίοις καὶ τριακοσίοις ἔτεσι μέχρι τῶν πολιορκησάντων τὴν Ἰερουσαλὴμ καὶ τὸν Ἰουδαίων λαὸν αἰχμάλωτον ἀγαγόντων εἰς τὴν ἑαυτῶν χώραν. ἐπὶ ταύτῃ γὰρ τῇ τῶν Ἀσσυρίων πράξει αὐτίκα καὶ οὐκ εἰς μακρὰν τὸ κράτος αὐτῶν κατελύθη. διαμενούντων ἔμπροσθεν ὅπως εἷλον οἱ Ἀσσύριοι τὸν Ἰσραὴλ καὶ τὴν Σαμάρειαν προεδήλου, μελλούσης δὲ ὅσον οὔπω καὶ τῆς Ἰερουσαλὴμ τὴν ὁμοίαν τῇ Σαμαρείᾳ πολιορκίαν ὑπομένειν καὶ τὸ ταύτης ἐθέσπισε τέλος, ἀλλὰ καὶ ἅπερ αὐτοὶ πείσονται οἱ Ἀσσύριοι καὶ οἱ τούτων ἄρχοντες διεξῆλθε. νυνὶ δὲ τὰ περὶ τῆς ἐξ αἰῶνος παρ' αὐτοῖς βασιλικῆς πόλεως διδάσκει, οὐχ ὅπως αὐτοὶ μάθοιεν οἱ Βαβυλώνιοι τὰ