1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

66

ἁλόντες οἱ δὲ ὁμοῦ συναχθέντες καὶ ὡσανεὶ σύστρεμμα ἑαυτοὺς ποιησάμενοι ὑποπεσοῦνται τῇ μαχαίρᾳ τῆς ὀργῆς τοῦ θεοῦ. Οὐ μόνους δὲ τοὺς εἰρημένους ὑπερηφάνους ταῦτα διαθήσουσιν οἱ ἐπελευσόμενοι αὐτοῖς τιμωροὶ ἄγγελοι, ἀλλὰ καὶ τὰ τέκνα αὐτῶν ἐνράξουσιν ἐνώπιον αὐτῶν καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσι καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν· ὁμοίως γὰρ τοῖς κολαζομένοις ἀνδράσι καὶ τὰς τούτων γυναῖκας ἀθέους καὶ ἀσεβεῖς καὶ αὐτὰς γενομένας ταῖς ἴσαις ὑποβαλοῦσι τιμωρίαις, ὥσπερ οὖν καὶ τὰ τέκνα αὐτῶν τὰ ἀσεβῆ τὰς οἰκείας καὶ τῇ τῶν τρόπων αὐτῶν μοχθηρίᾳ ἐξοικειωθείσας καὶ παρομοιωθείσας ψυχάς. ταῦτα μὲν οὖν ἀπειλεῖ πείσεσθαι τοὺς ἀσεβεῖς ἅπαντας καὶ τοὺς ἀνόμους καὶ τοὺς ὑπερηφάνους ἐν καιρῷ τῆς καθολικῆς τοῦ θεοῦ κρίσεως. ἀφωρισμένως δὲ τὰ συμβησόμενα τῇ Βαβυλῶνι καὶ τοῖς Βαβυλωνίοις, τῷ τε βασιλεῖ τῶν Χαλδαίων ἑξῆς προαναφωνεῖ ἐντεῦθεν ἰδιάζουσαν προφητείαν καὶ μερικὴν ποιούμενος, διὸ καὶ εἰς πρόσωπον αὐτῶν ἀποτείνεται τῶν Βαβυλωνίων τὸν λόγον. ἰστέον δ' ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ πεντεκαιδέκατος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος. 1.67 Τῷ φάσκοντι λόγῳ· ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους, μαρτυρεῖ ἡ τῆς ἱστορίας ἔκβασις ἀνάγραπτος οὖσα παρὰ τοῖς Ἑλλήνων τὰ Χαλδαϊκὰ καὶ τὰ Ἀσσύρια συγγραψαμένοις, τοῖς τε τὰ Μηδικὰ ἱστορήσασιν, ὧν καὶ ἡμεῖς πλείστας ἀναλελέγμεθα μαρτυρίας ἐν τοῖς πονηθεῖσιν ἡμῖν χρονικοῖς συγγράμμασι. φαίνονται τοίνυν Μῆδοι τὴν Ἀσσυρίων καθελόντες ἀρχήν· τούτους τε Κῦρος ὑποτάξας ὁ Περσῶν βασιλεύσας πρῶτος, ὁ καὶ τὴν αἰχμαλωσίαν τῶν Ἰουδαίων ἀνεὶς καὶ δοὺς ἐξουσίαν τοῖς ἐθέλουσιν αὐτῶν εἰς τὴν οἰκείαν ἐπανιέναι χώραν καὶ ἀνεγείρειν τὸν νεὼν τοῦ θεοῦ. διὸ τούτων πρὸς λέξιν ἡ προφητεία μνημονεύουσα νῦν μὲν φάσκει· ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους, ἐν δὲ τοῖς ἑξῆς καὶ «τοῦ Κύρου» μνήμην ὀνομαστὶ ποιεῖται. Ἐπιφέρει δὲ περὶ τῆς Βαβυλῶνος λέγουσα· καὶ ἔσται Βαβυλών, ἣ καλεῖται ἔνδοξος, ὃν τρόπον κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα· οὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον. ὃ καὶ αὐτὸ ἀναγκαῖον τηρῆσαι ὡς ἐπαληθεύει τοῖς ἔργοις· ἀοίκητος. γοῦν καὶ παντελῶς ἔρημος εἰσέτι νῦν ὁρᾶται ἡ Βαβυλών, μάρτυρες δὲ τούτων οἱ ἐκ τῶν τόπων ὡς ἡμᾶς ἀφικνούμενοι. ἀλλ' οὐδὲ διελεύσονταί φησιν αὐτὴν Ἄραβες, οὕτω δηλουμένων, ὡς οἶμαι, τῶν παρ' ἡμῖν καλουμένων Σαρακηνῶν, οἳ τὰς πραγματείας ποιούμενοι καὶ ἐπ' αὐτῆς Βαβυλῶνος τὸ παλαιὸν ἐσκηνοποιοῦντο. φευκτὴ δὲ οὕτως καὶ τοῖς ὁμόροις καὶ ὡς ἐξ ἔθνους μακροῦ περινοστοῦσιν αὐτήν, ὡς μηδὲ ποιμένας τοὺς ἐξ Ἀράβων κατανεμῆσαί τι τῶν ἰδίων θρεμμάτων ἐν αὐτῇ διά τοι τὸ ἠρημῶσθαι παντελῶς. ἰστέον δὲ ὅτι τὰ Σαρακηνῶν ἔθνη καὶ μέχρις αὐτῆς διήκοντα τῶν Ἀσσυρίων καὶ τὴν ἐσωτάτω νεμομένους ἔρημον Ἄραβας ὀνομάζει· γείτονα γὰρ ἔχουσι τὴν Ἀράβων χώραν. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· οὐδὲ σκηνοποιήσει ἐκεῖ Ἄραψ. ἔστι δὲ καὶ ἄλλη τις ἡ καλουμένη ἡ εὐδαίμων Ἀραβία τῇ Περσῶν παρακειμένη χώρᾳ, ὡς καὶ περὶ τῶν ἐξ αὐτῆς δύνασθαι δηλοῦν τὸ λόγιον. ἐπεὶ δὲ πολλὰ τῶν ἐρήμων τόπων ἐπινέμονται ποιμένες μάνδρας τοῖς ἑαυτῶν θρέμμασιν ἐν αὐτοῖς ποριζόμενοι, οὐδεὶς τοῦτο ἔσεσθαι χρήσιμον τὴν Βαβυλῶνα προλέγει φάσκον· οὐδὲ ποιμένες ἀναπαύσονται ἐν αὐτῇ. Τῶν μὲν οὖν ἡμέρων καὶ λογικῶν ζῴων ἔρημον παντελῶς καταστᾶσαν τὴν Βαβυλῶνα οὐδὲν οἰκήσειν θεσπίζει. θηρία δὲ ἡμῖν τινα ἄδηλα καὶ ἄγνωστα, δαίμονάς τε καὶ πνεύματά τινα ἀπηνῆ καὶ ἀνήμερα ἐν αὐτῇ ἔσεσθαί φησι. διὸ ἀντὶ τοῦ· θηρία, σιεὶμ οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασι, καὶ ἀντὶ τοῦ· σειρῆνες, στρουθοκαμήλους εἰρήκασι, καὶ ἀντὶ τοῦ· ὀνοκένταυροι, ἰὶμ ἀνέγραψαν αὐτῇ χρησάμενοι τῇ Ἑβραϊκῇ φωνῇ διὰ τὸ ἄδηλον τῆς ἑρμηνείας. ἀλλὰ καὶ ἀντὶ ἐχίνων ὁμοίως οἱ τρεῖς ἑρμηνευταὶ σειρῆνας ἡρμήνευσαν, τάχα που διὰ τὸ ἀπατηλὸν τῶν