67
τοιούτων δαιμόνων, ἐπεὶ παρ' Ἕλλησιν ἡδύφωνοί τινες αὗται καὶ ἀπατηλοὶ γεγενῆσθαι μνημονεύονται. ταῦτα δὴ πάντα ταχύ φησιν ἔρχεται καὶ οὐ χρονιεῖ· πᾶς γὰρ καὶ ὁ νομιζόμενος παρὰ ἀνθρώποις μακρότατος εἶναι χρόνος βραχύτατος παρὰ θεῷ κριτῇ λελόγισται· «χίλια» γοῦν «ἔτη ἐνώπιον αὐτοῦ ὡς ἡ ἡμέρα ἡ ἐχθὲς» εἴρηται, «καὶ ὡς φυλακὴ ἐν νυκτί». ἀλλὰ καὶ οὐκ εἰς μακρὸν χρόνον τὰ ὑπὸ τῆς προφητείας θεσπισθέντα τέλους ἔτυχεν, τὰ προρρηθέντα παθούσης τῆς Βαβυλῶνος ἐπὶ τῆς Μήδων ἀρχῆς. 1.68 Ἀκολούθως μετὰ τὰ προλεχθέντα κατὰ τῆς Βαβυλῶνος τὴν ἐπὶ Κύρου γενομένην ἐπιστροφὴν τοῦ Ἰουδαίων λαοῦ τὴν ἀπὸ τῆς πολεμίας ἐπὶ τὴν Ἰερουσαλὴμ σημαίνει διδάσκων, ὡς ἐπανελθόντες ἀναπαύσονται ἐπὶ τῆς ἑαυτῶν χώρας, καὶ ὡς ὁ γιώρας προστεθήσεται αὐτοῖς. ἀντὶ δὲ τοῦ· ὁ γιώρας προστεθήσεται αὐτοῖς, οἱ λοιποὶ ἑρμηνευταὶ ὁ προσήλυτος ἡρμήνευσαν· οὕτως γὰρ εὖ πράξειν αὐτούς φησιν ἐπὶ τῆς ἑαυτῶν γῆς ὡς καὶ ἀλλοφύλους ἀντιποιηθῆναι τῆς αὐτῶν θεοσεβείας, προσηλύτους τε αὐτῶν γενέσθαι καὶ προστεθῆναι τῷ οἴκῳ Ἰακὼβ οὐκ ὄντας μὲν ἐξ αὐτῶν, διὰ δὲ τὸ προσηλυτεῦσαι οἰκειουμένους αὐτοῖς ὡς μηδὲν διαφέρειν τῶν ἐγγενῶν καὶ ἀλλοφύλων. Ἐν δὲ τῷ ἐπανιέναι αὐτοὺς ἀπὸ τῆς Βαβυλωνίας ἐπὶ τὴν Ἰουδαίαν γῆν λήψεσθαι αὐτούς φησιν ἔθνη καὶ εἰσάξειν εἰς τὸν τόπον αὐτῶν. καὶ ταῦτα δὲ τέλους ἐτύγχανεν κατὰ τὴν ἱστορίαν, ἣν περιέχει ἡ τοῦ Ἔσδρα γραφὴ διδάσκουσα, ὡς βασιλεὺς Κῦρος διὰ προγράμματος τοῖς ἐθέλουσι τῶν Ἰουδαίων ἐξουσίαν ἔδωκεν ἐπανιέναι εἰς τὴν γῆν ἑαυτῶν καὶ τὸν ναὸν ἐγείρειν τὸν ἐν Ἱεροσολύμοις. οἷς ἐπιλέγει ἡ γραφή· «καὶ ἀνέστησαν ἄρχοντες τῶν πατριῶν Ἰούδα καὶ Βενιαμὶν καὶ πάντες οἱ κυκλόθεν αὐτῶν ἴσχυσαν ἐν χερσὶν αὐτῶν ἐν σκεύεσιν ἀργύρου, ἐν χρυσίῳ καὶ ἀποσκευῇ καὶ ἐν κτήνεσι καὶ ἐν ξενίοις». τούτων μὲν οὖν ἡγεῖτο Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ συνόντων αὐτοῖς προφητῶν Ἁγγαίου καὶ Ζαχαρίου. μετὰ δὲ Κῦρον Ξέρξης Περσῶν βασιλεὺς Ἔσδραν ἀποπέμπει «τὸν γραμματέα τοῦ νόμου» σὺν ἐπιστολαῖς, αἳ προσέταττον ἅπασι τοῖς ἄρχουσι τῶν ἐθνῶν τοῖς μεταξὺ τῆς Περσῶν καὶ τῆς Ἰουδαίας χώρας συμπράξαι τῷ Ἔσδρᾳ. δευτέρα γίνεται ἄνοδος αὕτη τῶν ἅμα τῷ Ἔσδρᾳ συνελθόντων, καὶ μετὰ ταῦτα πάλιν Νεεμίου ἀνιόντος γράμματα ἐπιτίθησιν ὁ τῶν Περσῶν βασιλεὺς «πρὸς τοὺς ἐπάρχους τοὺς πέραν τοῦ ποταμοῦ» καὶ αὐτὸς δὲ «ὁ βασιλεὺς συναπέστειλεν αὐτῷ ἀρχηγοὺς δυνάμεως», «ὁδηγοὺς» ἅμα καὶ φύλακας. ταῦτα τοίνυν προλαβοῦσα σημαίνει ἡ προφητεία ἐν τῷ λέγειν· καὶ λήψονται αὐτοὺς ἔθνη καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν. τὸ δέ· καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτούς, καὶ κυριευθήσονται οἱ κυριεύσαντες αὐτῶν ἐπληροῦτο, ὅτε Πέρσαι καὶ Μῆδοι πᾶσαν Ἀσσυρίων ἀρχὴν καὶ αὐτοὺς Βαβυλωνίους ὑποχειρίους λαβόντες τῇ ἑαυτῶν ὑπέταξαν δυνάμει. Ἤδη δὲ ἐντεῦθεν τὸ πνεῦμα τὸ προφητικὸν διδασκαλίαν παρέχει τοῖς τῇ γραφῇ τῇ προφητικῇ ἐν τοῖς μετὰ ταῦτα χρόνοις μέλλουσιν ἐντυγχάνειν, ὅπως χρὴ δοξάζειν καὶ εὐλογεῖν τὸν θεόν, ἐφ' αἷς δεδώρηται αὐτοῖς εὐεργεσίαις, καὶ ὅπως χρὴ ἀποθρηνεῖν τὸν βασιλέα τῆς Βαβυλῶνος. διό φησι· καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν. ἰστέον δ' ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ ἑξκαιδέκατος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος. ἐρεῖς τοίνυν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ φησὶ Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής. ἀνθ' οὗ ὁ Σύμμαχος πῶς ... κατεδέθη φορολογία διηρμήνευσε καὶ ἐπήγαγε· συνέτριψεν ὁ κύριος τὴν βακτηρίαν τῶν ἀσεβῶν, τὴν βακτηρίαν τῶν ἐξουσιαζόντων, καὶ πάλιν ἀντὶ τοῦ· ἀνεπαύσατο πεποιθὼς πᾶσα ἡ γῆ, ὁ Σύμμαχος ἀνεπαύσατό φησι καὶ ηὐστάθησε πᾶσα ἡ γῆ. καὶ ἐπιλέγει· ἱλαροὶ γένεσθε, ἀγαλλιᾶσθε· καίγε πᾶσαι πίτυες ἐπέχαιρόν σοι, κέδρος τοῦ Λιβάνου. πίτυς δὲ καὶ κέδρος Λιβάνου πάλιν ἀλληγορικῶς τυράννους τινὰς καὶ