68
ἐπηρμένους σημαίνει, ὑπὸ τοῦ Βαβυλωνίου πολιορκηθέντας καὶ τῆς οἰκείας ἀποκοπέντας χώρας· οὓς εἰκὸς ἦν ἐπιχαρῆναι τῇ πτώσει τοῦ δηλουμένου. Καὶ ἐνεπλήσθησάν φησιν ἐπὶ τῇ σῇ ἀπωλείᾳ λέγοντες· Ἀφ' οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. οἱ μὲν οὖν ἐπὶ γῆς ὄντες ταῦτα φήσουσιν, οἱ δὲ τὸν ἀνθρώπινον μεταλλάξαντες βίον καὶ ὥσπερ ἐν δεσμοῖς τοῖς τοῦ ᾅδου χωρίοις ἀπολειφθέντες ἐπιχαίροντες καὶ αὐτοὶ τῇ ἀπωλείᾳ τοῦ αὐτοῦ λέξουσι τὰ ἐπιφερόμενα. φθάσας δὲ τοὺς ἐκεῖ πάντας ὁ ᾅδης καὶ ἡ ἐφεστῶσα ταῖς τῶν τεθνηκότων ψυχαῖς δύναμις, ὥσπερ τις δεσμωτηρίου τυγχάνουσα φρουρὸς κάτωθεν ἐκ τῶν σκοτεινῶν μυχῶν μετὰ θυμοῦ καὶ ὀργῆς ἐπαναστήσεταί σοι. τούτου δὲ ὡσπερεὶ ἄρχοντος καὶ τῶν ἐκεῖ κρατοῦντος τοῦ οἰκείου διεγερθέντος θρόνου, καὶ οἱ λοιποὶ πάντες γίγαντες, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· οἱ ῥαφαεὶμ συνανέστησαν. τίνες δὲ ἦσαν οὗτοι, διερμηνεύει λέγων· οἱ ἄρξαντες τῆς γῆς οἱ ἐγείραντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν, καὶ τὰ αὐτὰ τῷ κατηγορουμένῳ βασιλεῖ Βαβυλῶνος πράξαντες, οἳ καὶ γυμνὴν καὶ ἔρημον τοῦ σώματος τὴν τοῦ ποτε βασιλεύσαντος τῆς Βαβυλῶνος ψυχὴν ὁρῶντες φήσουσιν αὐτῇ· Καὶ σοῦ κρείττων γέγονε θάνατος, ὡς καὶ σὲ ὅμοιον ἡμῖν ἀπελέγξαι; οὐδὲν ἄρα ἦν ὁ ὑπὲρ γῆς βίος καὶ ὁ πλοῦτος καὶ ἡ δόξα καὶ ἡ τοσαύτη δυναστεία, εἰ δὴ τὸ πάντων ἐκείνων πέρας «γῆ καὶ σποδὸς» διαδέξεται, σκώληκές τε καὶ σαρκῶν σῆψις. ἡμεῖς δὲ σὲ οὐ θνητὸν ἐνομίζομεν, ἀπατώμενοι δὲ τῇ περὶ σὲ δόξῃ τῷ κατ' οὐρανὸν λαμπροτάτῳ φωστῆρι τῷ τὸν ἥλιον προσκαλουμένῳ ἑωσφόρῳ ἀπεικάζομεν. σὺ δὲ ἐπὶ σαυτῷ καὶ μείζονα τούτων ἐφρόνεις καὶ γαυριῶν καὶ μανίᾳ φρενῶν ἀλαζονευόμενος ὡς σαυτὸν τῷ ὑψίστῳ θεῷ παραβάλλειν καὶ ὑπὲρ τὰς οὐρανίους ἁψῖδας τὸν σαυτοῦ θρόνον θήσειν φαντάζεσθαι. ταῦτα μὲν ἡμεῖς περὶ σοῦ θνητοῖς λογισμοῖς ἀπατώμενοι διενοούμεθα, τοιαῦτα δὲ καὶ σὺ φρενῶν ἐκστάσει ἐπὶ σαυτῷ ἐφρόνεις. ἦν δ' ἄρα καὶ τοῦ περὶ σὲ τέλους ἔλεγχος ὁ χρόνος, καθ' ὃν ἑάλως· οὐδὲ τοῖς λοιποῖς ἀνθρώποις ὁμοίαν ἐσχηκὼς τελευτήν. οἱ μὲν γὰρ ἐπ' ἡσυχίας ἠρέμα καὶ πράως ἐπὶ τῆς ἑαυτῶν ἑστίας τὸ χρέων ἀπέδοσαν, σὺ δὲ τῇ τῶν πολεμίων μαχαίρᾳ τὴν ζωὴν ἀφαιρεθείς, νεκρὸς ἄταφος ῥιφήσῃ θηρσὶ βορὰ καὶ οἰωνοῖς ἐκκείμενος. ἰστέον δ' ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ ἑπτακαιδέκατος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος. τὴν δὲ τῶν εἰρημένων διάνοιαν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· καὶ σὺ ἐτρώθης ὡς ἡμεῖς, ἐν ἡμῖν δὲ παρεβλήθης. κατηνέχθη δὲ εἰς ᾅδην ἡ ὑπερηφανία σου, ἐθανατώθη τὸ στόμα σου, ὑποκάτω σου στρωθήσεται ἔξερψις καὶ τὸ περιβόλαιόν σου σκώληξ. πῶς ἔπεσες ἐξ οὐρανοῦ ὁ ἑωσφόρος ὁ ὀρθρινός; ἐξεκόπης εἰς γῆν ὁ τιτρώσκων ἔθνη. σὺ δὲ εἶπας ἐν τῇ καρδίᾳ σου Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἀστέρων τοῦ οὐρανοῦ ἐπαρῶ τὸν θρόνον μου καὶ καθιῶ ἐν ὄρει συνταγῆς ἐν μηροῖς βορρᾶ, ἀναβήσομαι ἐπὶ ὑψηλῇ νεφέλῃ, ὁμοιωθήσομαι τῷ ὑψίστῳ. ἀλλ' εἰς ᾅδην κατενεχθήσῃ, εἰς βάθη λάκκου. οἱ ὁρῶντές σε κατακύψουσι, περὶ σοῦ ἐννοήσουσιν Οὗτος ὁ ἀνὴρ ὁ ταράξας τὴν γῆν καὶ συσσείσας βασιλείας; ὁ τάξας τὴν οἰκουμένην ὡς τὴν ἔρημον καὶ τὰς πόλεις αὐτοῦ καθελών, τοὺς δεσμίους αὐτοῦ μὴ ἀπολύσας εἰς οἰκίαν. πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἕκαστος ἐν τῷ οἴκῳ αὐτοῦ. σὺ δὲ ῥιφήσῃ ἀπὸ τοῦ τάφου σου ὡς ἔκτρωμα ἐβδελυγμένος, ἐνδεδυμένος ἀνῃρημένους βεβαρημένους μαχαίρᾳ καταβαίνοντας ἐπὶ θεμελίους λάκκου. τούτοις ἑξῆς κατὰ μὲν τοὺς Ἑβδομήκοντα λέλεκται· ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός, διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας καὶ τὰ τούτοις ἑξῆς. ἀνθ' οὗ ὁ Σύμμαχος ὧδέ πως ἐξέδωκεν· ὡς σῶμα δυσῶδες οὐ κοινωνήσεις αὐτοῖς ἐν ταφῇ, ὅτι τὴν γῆν σου διέφθειρας, τὸν λαόν σου ἀπέκτεινας· οὐ κληθήσεται εἰς τὸν αἰῶνα σπέρμα