1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

69

κακοποιόν. ἡτοίμασε τοὺς υἱοὺς αὐτοῦ σφαγὴν διὰ τὴν ἀνομίαν τῶν πατέρων αὐτῶν, ἵνα μὴ ἀναστάντες κληρονομήσωσι γῆν καὶ πληρώσωσι τὸ πρόσωπον τῆς οἰκουμένης πόλεων. ταῦτα κατὰ τὸν Σύμμαχον εἰρημένα, τὰ Ἀκύλου δὲ καὶ τὰ Θεοδοτίωνος τούτοις συνᾴδοντα βαθύτερον ὑποβάλλει νοῦν· τὸν γὰρ βασιλέα τῆς Βαβυλῶνος αὐτὸν τὴν ἑαυτοῦ φησι γῆν διεφθαρκέναι. λέγει δ' οὖν· ὅτι τὴν γῆν σου διέφθειρας καὶ τὸν λαὸν δὲ ἑαυτοῦ ἀπεκταγκέναι διδάσκει, ἀλλὰ καὶ ἡτοιμακέναι τοὺς υἱοὺς αὐτοῦ εἰς σφαγήν. καὶ ἀνωτέρω πάλιν κατὰ τὸν Σύμμαχον ἐλέγετο· ὁ τάξας τὴν οἰκουμένην ὡς τὴν ἔρημον καὶ τὰς πόλεις αὐτοῦ καθελών, τοὺς δεσμίους αὐτοῦ μὴ ἀπολύσας. πότε δὲ ὁ Βαβυλώνιος τὰς ἑαυτοῦ πόλεις καθεῖλε, ποίους δὲ δεσμίους αὑτοῦ οὐκ ἀπέλυσε, πῶς δὲ τὴν γῆν ἑαυτοῦ διέφθειρεν καὶ τὸν λαὸν αὑτοῦ ἀπέκτεινε, τούς τε υἱοὺς αὑτοῦ ἡτοίμασεν εἰς σφαγήν, ἔργον ἂν εἴη ἐπισκέψασθαι. ἐὰν μὲν γὰρ λέγηται κατὰ τοὺς Ἑβδομήκοντα· διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας, οὐδὲν ἂν ζητηθείη· δῆλον γὰρ ὡς ἐπελθὼν ὁ Βαβυλώνιος τὴν γῆν τοῦ Ἰσραὴλ ἐπολιόρκησε καὶ τὸν πάλαι χρηματίζοντα λαὸν τοῦ θεοῦ ἐχειρώσατο, ἐπεὶ δὲ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς καὶ κατ' αὐτὴν τὴν Ἑβραϊκὴν φωνὴν τὴν γῆν ἑαυτοῦ διεφθαρκέναι λέγεται καὶ τὸν λαὸν ἑαυτοῦ ἀπεκταγκέναι, σφαγήν τε τοῖς ἑαυτοῦ τέκνοις προξενῆσαι. ὅρα μήποτε τὴν ἐφεστῶσαν ἀφανῆ καὶ ἀόρατον δύναμιν τῷ Βαβυλωνίων ἔθνει διὰ τούτων αἰνίττεται, ἐπειδὴ καὶ ὁ προφήτης ∆ανιὴλ τοιούτους τινὰς ἀγγέλους τοῖς ἔθνεσιν ἐφεστώτας διδάσκει. Γαβριὴλ γοῦν ὁ χρηματίζων αὐτῷ ἄγγελος εἰσάγεται παρ' αὐτῷ λέγων· «καὶ ἰδοὺ ἐξ ἐναντίας μου ἤρχετο ἄρχων βασιλείας Περσῶν καὶ ἄρχων βασιλείας Ἑλλήνων καὶ ἄρχων βασιλείας Μήδων, καὶ οὐδεὶς ἦν σὺν ἐμοὶ εἰ μὴ Μιχαὴλ ὁ ἄρχων ὑμῶν». εἰκὸς οὖν καθ' ἕκαστον ἔθνος ἄρχοντάς τινας ἐπιστατεῖν, ὃ δὴ καὶ ἡ Μωσέως παρίστη γραφὴ λέγουσα· «ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ». ἕως μὲν οὖν συνειστήκει ἡ Βαβυλών, βασίλειόν τε ἦν καὶ δυναστεία μεγάλη τῶν αὐτόθι κρατούντων, τάχα που καὶ ἡ ἐπιστατοῦσα δύναμις αὐτοῖς τὰ μεγάλα συνέπραττεν· ἐπεὶ δὲ ἠφάνιστο ἡ βασιλεία τοῦ ἔθνους καὶ ὁ ἐφεστὼς αὐτοῖς ἄρχων, ὡσπερεὶ πληρώσας τοὺς ἑαυτοῦ χρόνους, εἰς τὸν τῶν ὁμοίων αὐτοῦ χῶρον παρελαμβάνετο, ἐν ᾧ συνήντησαν αὐτῷ πάντες οἱ ῥαφαεὶμ καλούμενοι ἢ οἱ γίγαντες. οὗτοι δὲ καὶ αὐτοὶ δυνάμεις τινὲς ὡς εἰκὸς ἦσαν ἑτέρων ἐθνῶν κατὰ χρόνους οὐκ ὀρθῶς ἡγησάμεναι. μήποτ' οὖν αὐτὸς οὗτος ὁ τῆς Βαβυλῶνος ἄρχων ποτὲ γεγονὼς τὴν ἑαυτοῦ γῆν διέφθειρε, θεὸς παρ' αὐτοῖς νομισθείς, οὕτω δὲ καὶ τὸν ἑαυτοῦ λαὸν ἀπέκτεινε καὶ τοὺς ἑαυτοῦ υἱοὺς σφαγῇ παρέδωκεν, αἴτιος ἀπωλείας τοῖς ὑπ' αὐτὸν ἀρχομένοις, διὰ τὸ νομισθῆναι παρ' αὐτοῖς θεὸς εἶναι γεγονώς; εἰ δ' ἔχοι ταῦτα οὕτως, ὥρα καὶ πάντα τὸν τῆς προφητείας λόγον, τὸν περὶ τοῦ βασιλέως Βαβυλῶνος προενηνεγμένον, εἰς ἐκείνην ἀναφέρειν τὴν δύναμιν, ἥτις, ἐπειδὴ θεοῦ δόξαν παρὰ τοῖς ἀρχομένοις κτησαμένη μέγα ἐφρόνησεν, εἰκότως ἀπελέγχεται πρὸς τοὺς φάσκοντας λόγον· σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἀστέρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. καὶ τὰ λοιπὰ δὲ παρὰ σαυτῷ ἐφαρμόσεις τῷ ἀποδοθέντι λόγῳ μετὰ τοῦ καὶ τῷ προχείρως νοουμένῳ αἰσθητῷ βασιλεῖ τὰ διὰ τῆς προφητείας δηλούμενα προσαρμόττειν. Ἀλλὰ γὰρ ταῦτα καὶ τὰ τούτοις ἐπιλεγόμενα περὶ τοῦ ἄρχοντος Βαβυλῶνος καὶ περὶ τῆς πόλεως αὐτῆς, περί τε τοῦ Ἀσσυρίων ἔθνους θεσπίσας ὁ προφήτης ἑξῆς ἐπάγει· τάδε λέγει κύριος σαβαώθ Ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς καὶ ἐπὶ τῶν ὀρέων μου, διδάσκων ὡς καὶ ἡ τῶν Βαβυλωνίων χώρα, τά τε ἐπ' αὐτῆς ὄρη οὐκ ἦν ἀλλότρια αὐτοῦ· «τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς». ἔσονται