1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

70

τοίνυν Ἀσσύριοί φησιν εἰς καταπάτημα ὑποχείριοι γενόμενοι τοῖς μετὰ ταῦτα αὐτῶν κρατήσασιν, ἀλλὰ καὶ ἀφαιρεθήσεται αὐτῶν ὁ ζυγός, ὃν ὅτε ἐκράτουν τοῖς ὑπ' αὐτῶν ἀρχομένοις ἐπήρτων, ζυγὸν βαρὺν καὶ δυσβάστακτον ἐπαιωροῦντες αὐτοῖς, καὶ τὸ κῦδος δὲ αὐτῶν, ὅπερ ἐστὶν ἡ δόξα, ἀφαιρεθήσεται ἡ πάλαι τοῖς ὤμοις αὐτῶν ἐπικειμένη· ὡς γὰρ ἐπὶ τοῦ σωτῆρος λέλεκται· «οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ», οὕτως ἐνταῦθα τὸ κῦδος τῶν Ἀσσυρίων ἐπὶ τῶν ὤμων αὐτῶν εἴρηται, ὅπερ ἀφαιρεθήσεσθαι αὐτῶν ὁ λόγος ἀπειλεῖ. Καὶ δὴ μέχρι τούτων περιγράψασα τὸν περὶ Βαβυλῶνος λόγον ἡ προφητεία ἀνατρέχει πάλιν ἐπὶ τὰ πρῶτα τῆς προκειμένης ὑποθέσεως καί φησιν· αὕτη ἡ βουλή, ἣν βεβούλευται κύριος ἐπὶ ὅλην τὴν οἰκουμένην· ὁποία γὰρ ἐξενήνεκται κρίσις περὶ τῆς Βαβυλῶνος καὶ τῶν ταύτης οἰκητόρων, τοιαύτη τις ἔσται καὶ ἡ περὶ πάντων τῶν τῆς οἰκουμένης κρατησάντων ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν· κατὰ γὰρ τὸν τοῦ δικαίου λόγον τὰ ὅμοια πείσονται οἱ τὰ ὅμοια δυσσεβήσαντες. διὸ ἐπιλέγει· καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη, προσεπινοούντων ἡμῶν ἔθνη τὰ τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν· οὐ γὰρ ἀκρίτως ταῦτα κατὰ τῶν εὐσεβῶν καὶ τῶν τῷ θεῷ ἀνακειμένων ἐκδέχεσθαι προσήκει. ὥσπερ οὖν ἤρξατο, τοῦτον καὶ ἀπετέλεσε τὸν τρόπον τῆς κατὰ πάντων καθολικῆς τοῦ θεοῦ κρίσεως ἀναγκαίως μνημονεύσας εἰς τὸ ἐπιστρέψαι πάντας τοὺς ἐντυγχάνοντας τῇ γραφῇ, μὴ νομίζειν οὐδὲν πρὸς αὐτοὺς εἶναι τὰ περὶ Βαβυλῶνος εἰρημένα· οὐδὲν γὰρ ἂν ἦν πρὸς ἡμᾶς, εἰ ταῦτα περὶ ἐκείνων εἴρητο μόνων. νῦν δὲ ἀναγκαίως ὁ λόγος ἐπιστρέφων καὶ εἰς ἀγωνίαν καὶ φόβον ἡμᾶς ἄγων τῆς περιμενούσης ἅπαντας ἀνθρώπους καθολικῆς τοῦ θεοῦ κρίσεως καὶ κατ' ἀρχὰς τῆς προφητείας καὶ πρὸς τοῖς τέλεσιν ἀναγκαίως ἐμνημόνευσε. 1.69 Τῆς «κατὰ Βαβυλῶνος ὁράσεως» περιγραφείσης ἀρχὴν ἑτέραν ὑποθέσεως ὁ λόγος ποιεῖται τοῖς τὴν Παλαιστίνην οἰκοῦσιν ἀλλοφύλοις προσφωνῶν, οὓς ἡ Ἑβραϊκὴ φωνὴ καὶ οἱ λοιποὶ ἑρμηνευταὶ Φυλιστιαίους ὠνόμαζον, Ἕλληνες δὲ μεταβαλόντες τοὔνομα Παλαιστίνους ἐκάλουν. ζῶντος μὲν τοῦ Ἄχαζ ἐν αὐτῇ τε τῇ Ἰερουσαλὴμ καὶ ταῖς λοιπαῖς τῆς Ἰουδαίας πόλεσινεἰδωλολατρούντων, ὡς ἡ ἱστορία δηλοῖ τοὺς ἐκ γειτόνων ἀλλοφύλους, τάχα δὲ καὶ τοὺς τούτων ὀνομαζομένους θεοὺς πονηροὺς ὄντας δαίμονας εὐφραίνεσθαι, εἰκὸς ἦν ἐπὶ τῇ πλάνῃ καὶ τῇ ἀπωλείᾳ τοῦ τε Ἄχαζ καὶ τοῦ ὑπ' αὐτὸν λαοῦ καλουμένου Ἰούδα. ὁ γὰρ λεγόμενος λαὸς Ἰσραὴλ καὶ οἱ ἐν Σαμαρείᾳ βασιλεῖς ὑπ' Ἀσσυρίοις ἦσαν αἰχμάλωτοι ληφθέντες ἤδη. ἱστορεῖ γοῦν ἡ βίβλος τῶν Βασιλειῶν «ὡς ἐταπείνωσε κύριος τὴν Ἰουδαίαν διὰ Ἄχαζ βασιλέα Ἰούδα, ὅτι ἀπέστηἀποστάσει ἀπὸ κυρίου». καὶ περὶ τῶν ἀλλοφύλων δὲ γέγραπται· «ὅτι καὶ Ἰδουμαῖοι ἐπέθεντο καὶ ἐταπείνωσεν ἐν Ἰούδα καὶ ᾐχμαλώτευσεν αἰχμαλωσίας καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις τῆς Παλαιστίνης καὶ ἀπώλεσαν τὸν Βεθσαμύς», καὶ ἐνταῦθα δὲ ἀντὶ τοῦ· «καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις», οἱ Φυλιστιαῖοι ἤτοι Παλαιστῖνοι ἐπιφυέντες τῷ Ἄχαζ. οὐκέτι γὰρ ἐφίεται ὑμῖν εὐφραίνεσθαι ἀποθανόντος μὲν τοῦ ἀσεβοῦς βασιλέως, ἐφ' ᾧ τὸ παλαιὸν ἐχάρητε, θεοσεβοῦς δὲ ἀνδρὸς τὴν ἀρχὴν διαδεξαμένου ὡς ἐν δευτέρᾳ τῶν Παραλειπομένων τῷ Ἑζεκίᾳ μεμαρτύρηται καὶ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν. ὥσπερ οὖν ἐπὶ τοῦ ἀσεβοῦς Ἄχαζ εἰκὸς ἦν χαίρειν καὶ εὐφραίνεσθαι τοὺς ἀλλοφύλους, οὕτως ἐπὶ τοῦ δικαίου ἀνδρὸς τοῦ Ἑζεκίου εὐκαίρως ἡ προφητεία ἀποτεινομένη πρὸς αὐτούς φησι· Μὴ εὐφρανθείητε, ἀλλόφυλοι· πάλαι μὲν γὰρ ἔτι ζῶντος τοῦ Ἄχαζ καὶ τὰ ἐχθρὰ τῷ θεῷ πράττοντος εἰκὸς ἦν ὑμᾶς εὐφραίνεσθαι, ἐπειδὴ συνετέτριπτο τοῦ Ἄχαζ ὁ ζυγός, ὡς μὴ δύνασθαι αὐτὸν ὑποτάττειν ὑμᾶς μηδὲ τὸν τῆς ἀρχῆς αὐτοῦ ζυγὸν ἐπιτιθέναι ὑμῖν, διόπερ ἐπληθύνετο τὰ κακά. ὥσπερ μηδενὸς παίοντος ἡ ἑρπυστικὴ καὶ ἰοβόλος τῶν πονηρῶν πνευμάτων δύναμις ἐπλήθυνε τότε,