71
νυνὶ δὲ τὴν βασιλείαν διαδεξαμένου ἀνδρὸς θεοφιλοῦς μηκέτι χαίρετε ὡς τὸ πρίν· ἐφέστηκε γὰρ ὑμῖν ὁ παίων καὶ τύπτων καὶ σωφρονίζων ὑμᾶς. ἐπληροῦτο δὲ καὶ ταῦτα πρὸς λέξιν ἐπὶ τοῦ Ἑζεκίου, περὶ οὗ εἴρηται ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· «αὐτὸς ἐπάταξε τοὺς ἀλλοφύλους ἕως Γάζης καὶ ἕως ὁρίων αὐτῆς ἀπὸ πύργου φυλασσόντων ἕως πόλεως ὀχυρᾶς». ταύτην σχοίη ἂν τὴν διάνοιαν τὸ εἰρημένον· Μὴ εὐφρανθείητε, ἀλλόφυλοι μέγα φρονοῦντες ἐπὶ τοῖς νομιζομένοις ὑμῖν θεοῖς τῷ μηδένα εἶναι τὸν συντρίβοντα ὑμᾶς διὰ τὴν τοῦ παρόντος καιροῦ μοχθηρίαν. εἰ γὰρ καὶ τὰ μάλιστα συνετρίβη ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς, ἀλλ' οὐ πρὸς ὑμῶν ἐγένετο ταῦτα, ἐπὶ κακῷ δὲ τῷ ὑμετέρῳ· μηδενὸς γὰρ ὑμᾶς παίοντος μηδὲ ταπεινοῦντος καὶ ἐπιστρέφοντος, πολλή τις ἐν ὑμῖν γέγονεν ἐπιτριβὴ κακῶν. οἱ γὰρ πάλαι ὄφεων δίκην ταῖς ὑμετέραις ψυχαῖς ἐμφωλεύοντες, ἔν τε τοῖς ὑμετέροις ἱεροῖς τε καὶ ναοῖς καὶ ὡς δὴ θεοῖς ἐφεδρεύοντες πονηροὶ δαίμονες δεινὴν γονὴν καὶ σπέρμα πονηρὸν ἀπεκύησαν, ὡς ἀσπίδας ἐξ αὐτῶν γεννᾶσθαι τὸ πάντων ἰοβόλων χείριστον· ἐκ τούτων τε αὐτῶν ἄλλους ὑποστῆναι ὄφεις τὸν ἀέρα διιπταμένους. ταῦτα μὲν οὖν κατὰ τὸν παρόντα καιρὸν οὐ παρ' ὑμῖν μόνοις τοῖς ἀλλοφύλοις, ἤδη δὲ καὶ παρ' αὐτῷ τῷ χρηματίζοντι λαῷ θεοῦ πληθύει, ὡς πάντα τρόπον πεπληρῶσθαι τῶν τὸν ἀέρα διιπταμένων ὄφεων καὶ ἐκγόνων ἀσπίδων πονηρῶν τινων καὶ λυμαντικῶν πνευμάτων. ἀναδειχθέντος δὲ κατὰ καιρὸν τοῦ πάντων τούτων ὀλετῆρος οἰχήσονται οἱ ὄφεις καὶ αἱ ἀσπίδες, τά τε τούτων πονηρὰ ἔκγονα ὡς μηκέτι ἐνεργεῖν ταῦτα ἐν ἀνθρώποις. Τοῦτο μὲν οὖν τὸ ἑρπυστικὸν καὶ ἰοβόλον γένος λιμῷ ἀνελεῖ ὁ προφητευόμενος μηκέτι ἐπιτρέπων τροφὴν τὴν συνήθη, δηλαδὴ τὴν διὰ θυσιῶν τῇ δαιμονικῇ πλάνῃ φέρεσθαι, τοὺς δὲ ἑαυτοῦ πτωχοὺς ἐκθρέψει καὶ ἐν εἰρήνῃ ἀναπαύσει μηκέτι παρενοχλουμένων ὑπὸ τῶν παραδοθέντων ἑρπετῶν. δύναται μέντοι ταῦτα καὶ ἑτέρως εἰς τὸν Ἑζεκίαν δύνασθαι πληροῦσθαι· τοὺς γὰρ πάλαι κατὰ θεὸν πτωχεύσαντας ἐν παντὶ τῷ Ἰουδαίων ἔθνει ἀνεκτήσατο τροφαῖς λογικαῖς καὶ διδασκαλίαις, οὓς καὶ κατέστησε ἐπὶ τὴν καλὴν νομὴν τοῦ τῆς θεοσεβείας νόμου βόσκεσθαι τοῖς θείοις μαθήμασι καὶ ταῖς ἱεραῖς διδασκαλίαις ἐντρέφεσθαι ποιήσας. ταῦτα πρὸς ἱστορίαν ἐκ μέρους δείκνυται κατὰ Ἑζεκίαν τέλους τετυχηκότα. σημαίνει δὲ τὸν τῶν Ἀσσυρίων βασιλέα, ὃς ἐπελθὼν ἀπὸ τῶν βορειοτέρων μερῶν κατὰ τοὺς Ἑζεκίου χρόνους τοὺς τὴν Παλαιστίνην οἰκοῦντας ἀλλοφύλους ἐχειρώσατο, ὡς πολιορκῆσαι μὲν τὰς πόλεις αὐτῶν, αἰχμάλωτα δὲ λαβεῖν τὰ ἐν αὐταῖς πλήθη, ἐμπρῆσαι δὲ τῶν πόλεων τὰς πύλας. μέγιστον γὰρ αὐτοῖς ἔσται δεῖγμα τοῦ θεὸν εἶναι τὸν τῆς αὐτοῦ πόλεως φύλακα, τὸ μηδὲν παθεῖν ὅμοιον ταῖς λοιπαῖς πόλεσιν. οὐ γὰρ διὰ παρατάξεως ἀνδρῶν ὁπλιτῶν οὐδὲ διὰ τοῦ προεστῶτος τοῦ ἔθνους βασιλέως, ἀλλὰ δι' αὐτοῦ τοῦ θεοῦ τὰ τῆς σωτηρίας ἔσται τῷ λαῷ. ἃ δὴ ἐπληροῦτο κατὰ λέξιν «ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τῆς Ἑζεκίου βασιλείας», ἐν ᾧ ὁ τῶν Ἀσσυρίων βασιλεὺς ἐπιστὰς τῇ Ἰουδαίᾳ τὰς μὲν ἄλλας ἐχειρώσατο πόλεις, ἐπιστρατεύσας δὲ τῇ Ἰερουσαλὴμ ἄπρακτος ἐπανῄει. 1.70 Μεγάλα ἐφρόνουν ἐπὶ τοῖς ἑαυτῶν θεοῖς οἱ τὴν Μωὰβ οἰκοῦντες, ἐγέλων τε καὶ ἐχλεύαζον τὸν θεὸν Ἰσραήλ· τούτου χάριν ὁ προφητικὸς λόγος τὴν περὶ αὐτῶν ἐξέθετο προφητείαν. ὅθεν ἀρχόμενος τὴν ἐπικρατοῦσαν αὐτῶν ἄγνοιαν τοῦ θεοῦ νύκτα καὶ σκότος ὠνόμασεν, ἐν αὐτῇ τε τῇ νυκτὶ τὴν ἀπώλειαν αὐτοῖς ἔσεσθαι ἠπείλει φήσας· Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. εἶθ' ἑξῆς περὶ τοῦ τόπου, ἐν ᾧ ἵδρυτο αὐτῶν ἡ εἰδωλολατρία, ἐπιλέγει· ἀπολεῖται γὰρ καὶ ∆ηβών· οὗ ὁ βωμὸς ὑμῶν, ἐκεῖ ἀναβήσεσθε κλαίειν. καὶ ἐπὶ τέλει δὲ τῆς προφητείας πάλιν τῶν αὐτῶν μέμνηται βωμῶν λέγων· «ὅτι ἐκοπίασεν Μωὰβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν». ἐκ