72
τούτων οἶμαι σαφῆ τὴν αἰτίαν ὑπάρχειν τῆς παρούσης ὑποθέσεως τὸν ὄλεθρον τῆς παρὰ τοῖς Μωαβίταις εἰδωλολατρίας περιεχούσης μετὰ τοῦ καὶ ἕτερα προειπεῖν μέλλοντα συμβήσεσθαι αὐτῇ τε τῇ πόλει καὶ ταῖς περὶ αὐτὴν χώραις τε καὶ κώμαις καὶ πόλεσιν. ἃ δὴ καὶ ἐπληροῦτο κατὰ τὴν ἱστορίαν ἐπὶ τῆς Ἀσσυρίων καὶ Βαβυλωνίων ἐπιθέσεως καὶ ἐπὶ τῶν ἐν τοῖς μετὰ ταῦτα χρόνοις τῆς τῶν Ἀράβων χώρας κεκρατηκότων, ἐν οἷς καὶ τοὺς Ἄραβας ἐπάξειν αὐτοῖς ὁ θεὸς ἀπειλεῖ, τάχα που σημαίνων τοὺς πλησιοχώρους Ἄραβας ἢ καὶ τοὺς τούτων ἐνδοτάτω Σαρακηνούς, οἷς καὶ αὐτοῖς παραδώσειν τὴν Μωὰβ ὁ λόγος φησί. τὰ μὲν οὖν ταῖς λοιπαῖς πόλεσι ταῖς ἀμφὶ τὴν Μωαβῖτιν οὔσαις συμβεβηκότα οὐκ ἀναγκαῖον πολυπραγμονεῖν, οὐδὲ τὰς κώμας καὶ τὰς χώρας τὰς ἐν τῇ προφητείᾳ φερομένας περιεργάζεσθαι, λέγω δὲ τὴν Ναβαῦ ἢ τὴν Ἐσεβὼν ἢ τὴν Ἐλεάλην ἢ τὴν Ἰασσὰ ἢ τὴν∆ηβὼν ἢ τὴν Λουὴθ ἢ τὴν ὁδὸν τὴν Ἀράβων, ἐν ᾗ τὸ ὕδωρ τὸ Νενηρεὶμ ἢ τὴν Ἀγαλλεὶμ ἢ τὸ φρέαρ τὸ ἐν Ἐλὴμ ἢ τὸ ὕδωρ τὸ ∆ηβὼν ἢ τὴν Ἀριὴλ καὶ τὴν Ἀδαμὰ ἢ τὸν καλούμενον τόπον Ἀρνῶν. τούτων γὰρεἰσέτι καὶ νῦν γνωριζομένων τῶν τόπων καὶ τῶν κωμῶν ἀμφὶ τὴν χώραν τῆς νῦν καλουμένης Ἀρεοπόλεως περιττὸν τὰ περὶ αὐτῶν ἀπειλούμενα περιεργάζεσθαι ἅπαξ πρὸς λέξιν πεπληρωμένα κατὰ τοὺς χρόνους τῆς κατ' αὐτῶν πολιορκίας. οἶμαι δὲ καὶ τὴν τροπικὴν ἐπὶ τούτων θεωρίαν βεβιασμένην ὑπάρχειν, ὡς δ' ἐπὶ τῶν Βαβυλωνίων «Μήδους» ἐπαναστήσεσθαι τῇ Βαβυλῶνι προεφήτευεν ὁ λόγος. οὕτω καὶ νῦν τοῖς Μωαβίταις τοὺς Ἄραβας ἐπάξειν ὁ θεός φησι λέγων· ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας, καὶ πάλιν· τὸ δὲ ὕδωρ τὸ ∆ηβὼν πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ ∆ηβὼν Ἄραβας. καὶ τὴν Ἀριὴλ δὲ μεγίστην κώμην φασὶν εἰσέτι νῦν ὁρᾶσθαι ἐπὶ τῇ τῶν Ἀρεοπολιτῶν χώρᾳ, ὥσπερ καὶ τὴν Σιὼρ καὶ τὴν Ἐσεβὼρ καὶ τὰς λοιπάς, εἰ μήπου τις τῷ μακρῷ χρόνῳ παντελῶς ἀφανὴς γέγονε. τί οὖν δὴ ταῦτα πολυπραγμονεῖν τὸ τοσοῦτον ἀπὸ τῆς προφητείας ὠφελεῖσθαι δέον ὡς τῆς εἰδωλολατρίας αὐτῶν ἀπώλειαν καὶ ἐρημίαν προαναφωνούσης καὶ τοῦ θεοῦ τοῦ ἐπὶ πάντων τὴν γνῶσιν αὐτοῖς θεσπιζούσης ὡς καὶ ἐκκλησίας συστῆναι παρ' αὐτοῖς ἀπελασθέντων τῶν πάλαι παρ' αὐτοῖς νενομισμένων θεῶν οὔ τι ἂν γένοιτο παραδοξότερον. ταῦτα θεσπίζει διὰ τούτων ὁ λόγος· ἀπολεῖται γὰρ καὶ ∆ηβών· οὗ ὁ βωμὸς ὑμῶν, καὶ πάλιν· ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς· σημαίνει γὰρ διὰ τούτων τὸν ἐφεδρεύοντα τῷ ἔθνει δαίμονα πονηρὸν ἢ τὸν ἄρχοντα τοῦ ἔθνους, οἷος ἦν ὁ ἄρχων βασιλείας Περσῶν καὶ ὁ ἄρχων βασιλείας Ἑλλήνων καὶ ὁ τῶν Βαβυλωνίων ἄρχων. τοῦτον οὖν τὸν ἐγκαθήμενον ἐπὶ τῆς Μωαβιτῶν πόλεως δαίμονα, δι' οὗ ἐνόμιζον βοηθείας τυγχάνειν ἐν ταῖς πρὸς τοὺς πολεμίους συμβολαῖς ἀπολεῖσθαί φησιν, ἐπείπερ τὰς ψυχὰς αὐτῶν κατεπάτει κάτω νεύειν αὐτὰς ποιῶν εἰς γῆν, ὡς μηδὲ ἀνακύπτειν μηδὲ ἄνω βλέπειν δύνασθαι. διό φησιν· ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἀπὸ τῆς γῆς. Μετὰ δὲ τὴν ἀπώλειαν τούτου ἐπιλέγει ἑξῆς· καὶ διορθωθήσεται μετ' ἐλέους θρόνος, καὶ καθιεῖται ἐπ' αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ ∆αυὶδ κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην. ὁρᾷς τὸ θαῦμα τοῦ λόγου ἐν τῷ συμπεράσματι τῆς προφητείας περιεχόμενον· κατὰ τὸ αὐτὸ γὰρ θεσπίσας ἀφανισμὸν τῆς παρὰ τοῖς δηλουμένοις εἰδωλολατρίας, ἀγαθῶν αὐτοῖς εὐαγγελίζεται ἐλπίδας, σκηνὴν ∆αυὶδ φήσας καὶ θρόνον θεοῦ παρ' αὐτοῖς συστήσεσθαι καὶ ταῦτ' ἔσεσθαι οὐκέτι ἐξ ἀνθρωπίνης τινὸς σπουδῆς, ἀλλ' ἐξ ἐλέους θεοῦ καὶ φιλανθρωπίας. διὸ λέλεκται κατὰ τὸν Ἀκύλαν· καὶ ἑτοιμασθήσεται ἐν ἐλέῳ θρόνος, κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἑτοιμασθήσεται ἐν ἐλέει θρόνος, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ ἑτοιμασθήσεται μετ' ἐλέους θρόνος. τίνι δ' ἑτοιμασθήσεται ἢ πάντως που τῷ Χριστῷ τῷ «ἐκ σπέρματος ∆αυὶδ» γεννηθησομένῳ; ἔσεσθαι τοίνυν