73
παρὰ τοῖς Μωαβίταις θρόνον Χριστοῦ φησιν, ἐν ᾧ καθιεῖται μετὰ ἀληθείας ἐν σκηνῇ ∆αυίδ. οὕτω δὲ καλεῖν εἴωθε τὸ προφητικὸν πνεῦμα τὴν ἐκκλησίαν τοῦ Χριστοῦ, ἐπεὶ καὶ τὸν Χριστὸν αὐτὸν ∆αυὶδ ὀνομάζειν ἔθος διὰ τὸ «ἐκ σπέρματος ∆αυὶδ κατὰ σάρκα» γεγεννῆσθαι αὐτόν. διὸ σκηνὴν μὲν ∆αυὶδ τὴν ἐκκλησίαν ἀποκαλεῖ, θρόνον δὲ τὸν ἐπὶ ταύτης τὸν τῆς ἐκκλησίας πρόεδρον, ὃς τὸ σωματικὸν ἐπέχει θρόνον τοποτηρῶν ὥσπερ τῷ Χριστῷ. ὅτι δὲ ταῦτα περὶ τῆς ἐκκλησίας τῆς ἐξ ἐθνῶν εἴρηται, παραστήσει ἡ τῶν Πράξεων τῶν Ἀποστόλων γραφή. ἔνθα Ἰάκωβος ὁ πρῶτος Ἱεροσολύμων ἐπισκοπεύσας ἀναγέγραπται εἰρηκώς· «ἄνδρες ἀδελφοί, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ. καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται· μετὰ ταῦτα ἀναστρέψω καὶ οἰκοδομήσω τὴν σκηνὴν ∆αυὶδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεστρεμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν, ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔθνη ἐφ' οὓς ἐπικέκληται τὸ ὄνομά μου, λέγει κύριος, ὁ ποιῶν ταῦτα γνωστὰ ἀπ' αἰῶνος», σαφῶς δὴ διὰ τούτων τῆς τῶν ἐθνῶν κλήσεως μνημονεύσας τὴν περὶ τῆς σκηνῆς ∆αυὶδ παρέθηκε προφητείαν. ταῦτ' οὖν ἔσεσθαί φησιν οὐ διὰ τύπων καὶ συμβόλων, ἀλλὰ μετὰ ἀληθείας· σκηνῆς γὰρ ∆αυὶδ παρὰ τοῖς δεισιδαιμονεστάτοις Μωαβίταις συστησομένης καὶ θρόνου ἱδρυθέντος ἐν αὐτῇ ὁ ταύτης προεστὼς καθιεῖται κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην, κατὰ δὲ τὸν Σύμμαχον· καὶ καθίσει ἐπ' αὐτοῦ ἐπ' ἀληθείας ἐν τῇ σκηνῇ ∆αυὶδ κρίνων καὶ ἐκζητῶν κρίσεις καὶ ταχὺς εἰς δικαιοσύνην. τίς δ' οὐκ ἂν ἐκπλαγείη τοῦ λόγου τὸ ἀποτέλεσμα ὀφθαλμοῖς παραλαμβάνων ἐκκλησίας θεοῦ συνεστώσας καὶ τὸν ἐν ταύταις Χριστοῦ θρόνον κατ' αὐτὴν τὴν Ἀρεόπολιν καὶ τὰς ἀμφὶ ταύτην χώρας, κατά τε τὰς λοιπὰς τῆς Ἀραβίας πόλεις, τῶν πάλαι παρ' αὐτοῖς τὰ πάνδεινα ἐνεργούντων δαιμόνων μηκέτι μὴ δὲ μέχρις ὀνόματος μνημονευομένων. 1.71 Λευκοτέραν τούτων ἑρμηνείαν ὁ Σύμμαχος ἐποιήσατο τοῦτον ἐκδοὺς τὸν τρόπον· ἠκούσαμεν τὴν ὑπερηφανίαν Μωάβ, ὑπερήφανος σφόδρα, κατὰ τὸ ἔπαρμα καὶ κατὰ τὴν ὑπερηφανίαν αὐτοῦ. καὶ ἡ ὀργὴ αὐτοῦ, οὐχ οὕτως οἱ βραχίονες αὐτοῦ. διὰ τοῦτο ὀλολύξει Μωάβ, καὶ περὶ τῆς Μωὰβ πᾶς τις ὀλολύξει· τοῖς εὐφραινομένοις ἐν τῷ τείχει τῷ ὀστρακίνῳ εὑρέθησαν πληγαί. ὅτι κλήματα Ἐσεβὼν ἠρημώθη, ἄμπελος Σαβαμά· κύριοι ἐθνῶν ἐξέκοψαν τὰς παραφυάδας αὐτῆς· ἕως Ἰαζὴρ ἥψατο, ἐπλανήθησαν εἰς τὴν ἔρημον· οἱ ἀπόστολοι αὐτῆς ἀφῆκαν διαβαίνειν τὴν θάλασσαν. διὰ τοῦτο κλαύσομαι κλαυθμῷ τὴν Ἰαζὴρ ἄμπελον Σαβαμά· μεθύσω σε δάκρυσί μου Ἐσεβὼν καὶ Ἐλεάλη, ὅτι ἐπὶ τὴν ὀπώραν σου καὶ ἐπὶ τὸν θερισμόν σου πατητὸς ἔπεσε. καὶ περιηρέθη εὐφροσύνη καὶ χαρὰ ἐκ τοῦ Καρμήλου σου, καὶ ἐν τοῖς ἀμπελῶσιν οὐκ ἀγαλλιάσονται οὐδὲ πίωσιν οἶνον, εἰς τὰ ὑπολήνια οὐ πατήσει ὁ πατῶν, κίνημα πατούντων ἔπαυσα. διὰ τοῦτο ἡ κοιλία μου τῷ Μωὰβ ὡς ψαλτήριον ἠχήσει, καὶ τὰ ἐντός μου τῷ τείχει τῷ ὀστρακίνῳ. καὶ ἔσται ὅταν ὀφθῇ, ὅτι ἐκοπώθη Μωὰβ εἰς τὰ ὑψηλὰ καὶ εἰσελεύσεται εἰς τὸ ἁγίασμα αὐτοῦ προσεύξασθαι, καὶ οὐ δυνήσεται. οὗτος ὁ λόγος. ὃν ἐλάλησε κύριος περὶ Μωάβ. καὶ νῦν ἐλάλησεν Ἐν τρισὶν ἔτεσιν ὡς ἐπὶ μισθωτοῦ καὶ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ σὺν παντὶ τῷ πλήθει τῷ πολλῷ, καὶ περισσευθήσεται ὀλίγος βραχὺς καὶ οὐ πολύς. Ὅτι μεγάλη τις ἦν ἡ τῶν Μωαβιτῶν δύναμις ἐν τοῖς χρόνοις, καθ' οὓς ταῦτα προεφητεύετο, δεδήλωται ἡμῖν ἤδη πρότερον ἐκ τῆς παραθέσεως τῶν τοῦ προφήτου Ἰερεμίου φωνῶν καὶ ὡς ἀντεπολιτεύετο τῇ Ἰερουσαλὴμ καὶ ὡς ἐξηυτέλιζον οἱ Μωαβῖται τὸν Ἰσραὴλ γελῶντες αὐτὸν ὡς οὐδενὸς ἄξιον λόγου καὶ ὡς μέγα ἐφρόνουν ἐπὶ τῷ ἑαυτῶν εἰδώλῳ. καὶ ἡ παροῦσα δὲ προφητεία τοῦτο παρίστησι διὰ τοῦ λέγειν· Ἠκούσαμεν τὴν ὕβριν Μωάβ, ὑβριστὴς σφόδρα, τὴν ὑπερηφανίαν ἐξῆρα,