1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

74

καὶ κατὰ τὸν Σύμμαχον· ἠκούσαμεν τὴν ὑπερηφανίαν Μωάβ, ὑπερήφανος σφόδρα, κατὰ τὸ ἔπαρμα αὐτοῦ καὶ κατὰ τὴν ὑπερηφανίαν αὐτοῦ. καὶ ἡ ὀργὴ αὐτοῦ, ἀλλ' οὐχ οὕτως φησὶ καὶ οἱ βραχίονες αὐτοῦ· οὐ γὰρ ὅμοιαι αἱ πράξεις τοῖς τῆς ὑπερηφανίας λόγοις, ἢ κατὰ τοὺς Ἑβδομήκοντα· οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως. ἐπειδὴ γὰρ μέγα ἐφρόνουν ἐπὶ τῷ ἑαυτῶν θεῷ καὶ ταῖς τούτου μαντείαις, οὐχ οὕτως φησὶν ἔσται, ὁποῖα μαντεύεται ὁ παρ' αὐτοῖς δαίμων, οὐδ' ὅμοια διὰ χρησμῶν τοῖς ἐξαπατωμένοις καὶ θεὸν εἶναι αὐτὸν νομίζουσιν ἐπαγγέλλεται· ὁ γοῦν ἐπιὼν χρόνος τούτων αὐτῶν τὸ ψεῦδος ἐλέγξει. διὸ πρὸς τῷ τέλει τῆς προφητείας ἐπιλέγει· «καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε, ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν». Τὰ δὲ διὰ μέσου λελεγμένα μεταβολὴν ἔσεσθαι τῆς πάλαι τρυφῆς τῶν Μωαβιτῶν σημαίνει, διὸ θεσπίζει πενθήσειν καὶ ὀλολύξειν τοὺς εὐφραινομένους ἐπ' αὐτῇ λέγων· ὀλολύξει Μωάβ, ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσι, καὶ πάλιν· καὶ τὰ πεδία Ἐσεβὼν πενθήσει. ἰστέον δ' ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ ἐννεακαιδέκατος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος. οἷς ἑξῆς ἐπιφέρεται· ἄμπελος Σαβαμά· καταπίνοντες τὰ ἔθνη καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζὴρ καὶ τὰ ἑξῆς. δι' ὧν καὶ αὐτῶν τὴν εἰς χέρσον καὶ παντελῆ ἐρημίαν τῆς χώρας αὐτῶν μεταβολὴν ᾐνίττετο, ἐφ' οἷς καὶ ἀποκλαύσασθαι αὐτοὺς προὔλεγεν. Εἶθ' ὥσπερ ὑπεραλγῶν ὁ προφήτης καὶ ἀνιώμενος ἐπὶ τῇ ἀπωλείᾳ τῶν ψυχῶν τῶν παρ' αὐτοῖς πεπλανημένων ἀποθρηνεῖ, πρώτοις μὲν αὐτοῖς ὀλολύζειν παρακελευσάμενος καὶ ἐπὶ μετάνοιαν αὐτοὺς προκαλεσάμενος διὰ τὸ ἑαυτοὺς ἀποκλάεσθαι. ἐπεὶ δὲ μὴ τοῦτο ἔπραττον ἐκεῖνοι, αὐτὸς τὸν ὑπὲρ αὐτῶν ἀναλαμβάνει «κλαυθμὸν» φάσκων· διὰ τοῦτο κλαυθμῷ κλαύσομαι καὶ μεθύσω δὲ σὲ δάκρυσί μου. τὸ δὲ αἴτιον τοῦ κλαυθμοῦ διδάσκει λέγων· ὅτι ἐπὶ τὴν ὀπώραν σου καὶ ἐπὶ τὸν θερισμόν σου πατητὸς ἔπεσεν». σημαίνει δὲ διὰ τῆς ὀπώρας καὶ τοῦ θερισμοῦ καὶ διὰ τῆς πολλάκις ὀνομασθείσης ἀμπέλου τὸ εὐθαλὲς καὶ ἀκμαῖον καὶ τὸ τρυφερὸν καὶ ὡραῖον τῆς τῶν δηλουμένων ζωῆς, ἐν ᾗ ὥσπερ μεθύοντες διῆγον ἐνευφραινόμενοι καὶ ἐντρυφῶντες ἐπὶ ταῖς ἀθέοις αὐτῶν δυσσεβείαις. ∆ιὸ ἀπεκλαίετο αὐτῶν τὴν ἀπώλειαν φάσκων· διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡς τεῖχος ἀνεκαίνισας. καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε. τὰ γὰρ ἐμὰ δάκρυά φησι καὶ ὁ ἐμὸς κλαυθμὸς δι' οὐδὲν ἕτερον γίνεται ἢ εἰς τὸ ἐντραπῆναί σε. εἶτα θεσπίζει αὐτοῖς τὸν ἀφανισμὸν τῶν νενομισμένων αὐτοῖς θεῶν λέγων· ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· εἰς τὸ ἁγίασμα αὐτοῦ, ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν. Καὶ τοῦτο τέλος τοῦ λόγου τοῦ θεοῦ, ὃν ἐλάλησεν ἐπὶ Μωάβ, οἷς συνάψεις τὰ ἔμπροσθεν εἰρημένα· τῆς γὰρ ἐρημίας τῶν βωμῶν καὶ τῆς τῶν θεῶν αὐτῶν ἀπωλείας ἐνστάσης «διορθωθήσεται μετ' ἐλέους θρόνος, καὶ καθιεῖται ἐπ' αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ ∆αυὶδ κρίνων κρίμα καὶ σπεύδων δικαιοσύνην». ἅπερ ὡς ἐν μυστηρίοις κατὰ μέσου τῆς προφητείας παρεμβέβληται, τοῦ ἁγίου πνεύματος μόνοις τοῖς μέλλουσι συνιέναι καὶ τῆς τούτων ἀξιοῦσθαι θεωρίας τὴν τούτων γνῶσιν ταμιευσαμένου. ἀντὶ δὲ τοῦ· ἐλάλησε κύριος ἐπὶ Μωάβ, ὁπότε καὶ ἐλάλησεν, οἱ λοιποὶ ἑρμηνευταὶ ὃ ἐλάλησε κύριος περὶ Μωάβ, ἐκ τότε καὶ νῦν ἐλάλησεν ἡρμήνευσαν σφόδρα ἀναγκαίως ἐπιτηρησαμένης τῆς γραφῆς, ὅτι ἐκ τότε μὲν ἐλάλησε καὶ νῦν δὲ ὁμοίως κύριος τὰ αὐτὰ λαλεῖ διὰ τῆς προφητικῆς ἀναγνώσεως, καὶ ὅτι μὲν πάλαι λόγοις ἐθεσπίζετο, νυνὶ δὲ καὶ ἔργοις ἐπιτελεῖται. ἀντὶ δὲ τοῦ παρὰ τοῖς Ἑβδομήκοντα φάσκοντος λόγου· Ἐν τρισὶν ἔτεσι μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωάβ, κατὰ τὴν Ἑβραϊκὴν φωνὴν καὶ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς διαστολὴ μεταξὺ βληθεῖσα σαφεστέραν