76
αὐτῇ συστῆναι πάλιν. ὃ καὶ διέμεινε μέχρι τῶν ἀποστολικῶν χρόνων· αὐτίκα γοῦν ὁ Παῦλος μέμνηται βασιλέως ∆αμασκοῦ γράφων οὕτως· «ἐν ∆αμασκῷ ὁ ἐθνάρχης Ἁρέτα τοῦ βασιλέως ∆αμασκηνῶν ἐφρούρει τὴν πόλιν πιάσαι με, καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην ἐκ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ». οὐκοῦν τὰ πρῶτα τῶν προφητειῶν ἐπὶ τοὺς χρόνους ἀνοίσομεν τῶν Ἀσσυρίων, καθ' οὓς καὶ πρῶτον καὶ δεύτερον πεπολιόρκητο ἡ ∆αμασκός, εἰκὸς δὲ αὐτὴν καὶ ἐν τοῖς Περσικοῖς χρόνοις καὶ ἐν τοῖς Μακεδονικοῖς τὰ ὅμοια πεπονθέναι ὑπὸ τῶν κατὰ χρόνους ἐπανισταμένων καὶ πολιορκούντων αὐτήν, καθ' οὓς ἐπληροῦτο τὸ φῆσαν λόγιον· Ἰδοὺ ∆αμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν καταλελειμμένη εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν, καὶ οὐκ ἔσται ὁ διώκων. τὰ δ' ἑξῆς ἐπιφερόμενα ἐν τῷ· καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραίμ, καὶ οὐκέτι βασιλεία ἐν ∆αμασκῷ, ἐπὶ τοὺς χρόνους ἀνάγοιτο ἂν τοὺς Ῥωμαϊκούς, ἐν οἷς μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν πάσης τοπαρχίας καθαιρεθείσης καὶ ἡ τῆς ∆αμασκοῦ λέλυτο βασιλεία, ὅτι τὰ πρῶτα τῆς προφητείας οὐ παντελῆ ἀφανισμὸν ἐδήλου τῆς ∆αμασκοῦ, ἀλλὰ μερικήν τινα πτῶσιν αὐτῆς, δῆλον ἀπὸ τοῦ λέγεσθαι μετὰ ταῦτα καὶ οὐκ ἔσται ὀχυρὰ καὶ πάλιν οὐκέτι βασιλεία ἐν ∆αμασκῷ· ὡς γὰρ μελλούσης μὲν αὐτῆς ἔσεσθαι, οὐ μὴν καὶ ὀχυρᾶς κατὰ τὸ παλαιὸν γενησομένης οὐδὲ βασιλευούσης ταῦτ' εἴρηται. ἔστι δὲ καὶ ἄλλως ἐπιβαλεῖν τοῖς τόποις, ὡς τῆς προφητείας ταπείνωσιν τοῖς οἰκήτορσι ∆αμασκοῦ καὶ βίον ἰδιωτικὸν προαναφωνούσης. οὕτω γοῦν εἰώθαμεν ἐκπεπτωκέναι λέγειν τὸν πλούσιον ἐπειδὰν εἰς ἐσχάτην ἐλάσῃ πενίαν καὶ τὸν ἔντιμον, ἐπειδὰν οὗ μετεῖχεν ἀξιώματος στερηθῇ. τοιοῦτόν ἐστι καὶ τό· «οἶκος Ἰσραὴλ πέπτωκεν, οὐκέτι μὴ προσθήσει τοῦ ἀναστῆναι». ἐὰν τοίνυν λέγῃ· Ἰδοὺ ∆αμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν καταλελειμμένη εἰς τὸν αἰῶνα, τὴν καθαίρεσιν αἰνίττεται τῆς βασιλικῆς δυνάμεως, ἧς μετεῖχε πρότερον ἡ πόλις ἐκλάμψασα· μόνη γὰρ ἦν τότε τῆς Συρίας ἁπάσης κρατοῦσα, μήπω τῶν καθ' ἡμᾶς ἐπιφανῶν ἐν τῇ Συρίᾳ πόλεων ἐγηγερμένων. ἥ τε γὰρ Ἀντιόχεια καὶ Ἀπάμεια καὶ Λαοδίκεια καὶ ὅσαι ἄλλαι γεγόνασιν ἐπιφανεῖς μετὰ ταῦτα πόλεις, μετὰ τὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος τελευτὴν συνέστησαν, πρὸ δὲ τούτων τῆς Συρίας ἁπάσης ἡ ∆αμασκὸς ἐκράτει, βασιλική τις οὖσα τῶν Σύρων πόλις. ἐπεὶ τοίνυν ἔμελλεν ἀποπίπτειν τοῦ βασιλικοῦ ἀξιώματος καὶ καταλείπεσθαι μετρία καὶ ταπεινὴ καὶ βραχυτάτη, ὡς λοιπὸν ἰδιώτας ἄνδρας καὶ δήμους ψιλοὺς δίκην ἀγέλης ποιμνίων τὴν πόλιν καὶ τὴν χώραν οἰκεῖν μηκέτι μηδενὸς παρενοχλοῦντος αὐτοῖς πολεμίου. τούτου χάριν εἴρηται τό· Ἰδοὺ ∆αμασκὸς ἀρθήσεται ἀπὸ πόλεων, δηλονότι ἀπὸ πόλεων βασιλικῶν, τοῦτο νοεῖν ἡμῖν ὑποβάλλοντος τοῦ λόγου· καὶ ἔσται δέ φησιν εἰς πτῶσιν καταλελειμμένη εἰς τὸν αἰῶνα, καὶ εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν, καὶ οὐκ ἔσται ὁ διώκων οὐκέτι. ἃ δὴ καὶ τέλους τετύχηκεν ἐπὶ τῆς Ῥωμαϊκῆς ἀρχῆς, καθ' ἣν συνειστήκει μὲν ἡ ∆αμασκὸς ἐκ μέρους· τὴν γὰρ παλαιὰν καὶ βασιλικὴν παντελῶς φησιν ἠφανίσθαι. οὕτω δὲ συνέστηκεν ἡ νῦν ὁρωμένη ὡς ἡ προφητεία ἐθέσπισεν, οὐκέτι μὲν βασιλικὸν ἀξίωμα ἐπαγομένη οὐδ' ἄρχουσα τοῦ Σύρων ἔθνους, ἀποπεπτωκυῖα δὲ ἧς πρότερον μετεῖχε δυνάμεως καὶ μονονουχὶ εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν βουκολίων καταλελειμμένη, οὕτω δὲ τὰ ἀγελαῖα πλήθη καὶ τοὺς εὐτελεῖς δήμους καλεῖν εἴωθεν ὁ λόγος. ὅτι δὲ οὐδὲ πολιορκεῖ τις τὴν τῶν ∆αμασκηνῶν πόλιν ὑπὸ τὴν διοίκησιν τὴν Ῥωμαϊκὴν τυγχάνουσαν παντί τῳ δῆλον καὶ ὡς ἐν τοιαύτῃ τυγχάνουσα καταστάσει οὐδὲν ἐπικουρεῖν δύναται τῷ Ἰουδαίων ἔθνει κατὰ τὸ πρότερον. διὸ λέλεκται· καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραίμ, καὶ οὐκέτι βασιλεία ἐν ∆αμασκῷ καὶ τὸ λοιπὸν τῶν Σύρων. μὴ γὰρ νόμιζέ φησι τὴν ∆αμασκὸν στερήσεσθαι τῆς βασιλικῆς ἀξίας, ἑτέραν δὲ πόλιν