77
τῶν Σύρων μεθέξειν αὐτῆς· οὐκέτι γὰρ ἔσται φησὶν ἐν ∆αμασκῷ βασίλειον οὐδὲ ἐν τῷ ἐπιλοίπῳ ἔθνει τῶν Σύρων. καὶ τὸ τούτου αἴτιον ἑξῆς διδάσκει φήσας εἰς πρόσωπον τῆς πόλεως· οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ καὶ τῆς δόξης αὐτῶν· εἰ γὰρ ὁ πάλαι τοῦ θεοῦ χρηματίζων λαὸς ἐν τοῖς δηλουμένοις χρόνοις ἐκπεσεῖται τοῦ οἰκείου ἀξιώματος καὶ τῆς πάλαι παρ' αὐτοῖς πολιτευομένης αὐτονομίας καὶ βασιλείας, οὐ χρή σε τὴν ∆αμασκὸν τὰ ὅμοια πάσχουσαν ἀγανακτεῖν. οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ καὶ τῆς δόξης αὐτῶν τῆς ἀφῃρημένης. Ὅπως δὲ αὐτῶν ἀφῄρητο ἡ δόξα, διέξεισι λέγων· Τάδε λέγει κύριος σαβαώθ· Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις δόξης Ἰακώβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται. ἃ καὶ αὐτὰ ἐπληροῦτο μετὰ τὴν παρουσίαν τοῦ σωτῆρος ἡμῶν· κατὰ μίαν γὰρ ὡς ἂν εἴποι τις ἡμέραν, λέγω δὲ ὑφ' ἕνα καὶ τὸν αὐτὸν καιρὸν καὶ ἡ τοῦ ἐκ περιτομῆς λαοῦ λέλυτο ἀξία καὶ ἡ τῆς ∆αμασκοῦ βασιλεία. διὸ εἴρηται· Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις δόξης Ἰακώβ. καὶ θέα ὅπως οὐκ ἀναίρεσιν παντελῆ τοῦ ἔθνους σημαίνει, ἀλλὰ τῆς δόξης αὐτῶν, ἧς μετεῖχον πρότερον. καθαίρεσιν· πρόπαλαι μὲν γὰρ ἦν τοῦ προτέρου λαοῦ δόξα, ἡ ἱερωσύνη καὶ ἡ βασιλεία, τό τε ἁγίασμα καὶ ἡ κατὰ νόμους λατρεία, ἥ τε προφητικὴ χάρις καὶ ἡ τοῦ ἔθνους ἐλευθερία καὶ ὅσα ἄλλα παρὰ τῷ Ἰουδαίων ἦν ἔθνει, ἅπερ ἀθρόως σεισθήσεσθαι καὶ ἐκπεσεῖσθαι καὶ παντελῶς ἐκλείψειν προαγορεύει ὁ λόγος. Ἐπειδὰν δὲ ταῦτά φησι γένηται, ἔσται ὃν τρόπον ἄν τις συναγάγῃ ἀμητὸν ἑστηκότα. ὡς γὰρ ἐν ἀμητῷ συνάγονται μὲν οἱ στάχυες, καταλείπεται δὲ ἐν τῇ χώρᾳ καλάμη ψιλή, οὕτω φησὶν ἔσεσθαι καὶ τὸν Ἰουδαίων λαόν, ἀποτμηθέντων μὲν τῶν πάλαι παρ' αὐτοῖς σταχύων, μόνης δὲ τῆς καλάμης ἐν αὐτοῖς περιλειφθείσης. εἰ δὲ καὶ πού τις εὑρεθείη ἐν αὐτοῖς ἄξιος λόγου, παραβληθήσεται οὗτος στάχυϊ, οὐχὶ ἐν τῷ πεδίῳ φυέντι, ἀλλ' ἐν κοιλάδι καὶ φάραγγι καταξήρῳ καὶ στερεᾷ. δηλοῦσθαι δ' οἶμαι διὰ τοῦ στάχυος τὸν χορὸν τῶν τοῦ σωτῆρος ἡμῶν μαθητῶν καὶ εὐαγγελιστῶν, περὶ οὗ καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· «καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν». ἐπεὶ δὲ ἐχρῆν καὶ τῶν ἐν τούτοις ἐκκρίτων μνήμην ἰδίως ποιήσασθαι, κέχρηται καὶ ἐπὶ τούτων ἑτέρῳ παραδείγματι φήσας· ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ' ἄκρου μετεώρου ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῆς καταλειφθῇ· τοσαύτην γάρ φησιν ἔσεσθαι σπάνιν τῶν ἐκ τοῦ Ἰσραὴλ σωθησομένων κατὰ τοὺς χρόνους οὓς ἡ προφητεία σημαίνει, ὡς ἑνὶ στάχυϊ παραβάλλεσθαι τοὺς πάντας, τοὺς δ' ἐν αὐτοῖς ἐξαιρέτους τοσούτους ἔσεσθαί τινας ὡσπερεὶ ῥῶγας ἐλαίας δύο που ἢ τρεῖς τοὺς ἐπ' ἄκρου μετεώρου, αἰνιττομένου τοῦ λόγου τοὺς ἀκροτάτους τῶν ἀποστόλων, οὓς ποτὲ μὲν κατὰ συζυγίαν ὁ σωτὴρ προσεκαλεῖτο ποτὲ δὲ τρεῖς, οὓς ἡ γραφὴ τοῦ Εὐαγγελίου ἐκλεκτῶν ἐκλεκτοτέρους εἰσήγαγεν· λέγω δὴ «Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, οὓς ἐπὶ τὸ ὄρος ἀνήγαγε μόνους» αὐτοῦ τὴν μεταμόρφωσιν ἱστορήσαντας καὶ ἐπὶ τῆς ἀναβιωσκούσης «θυγατρὸς τοῦ ἀρχισυναγώγου» παρελάμβανεν. οἱ δὲ λοιποὶ παρὰ τοὺς τρεῖς τούτους οἱ τέσσαρές εἰσι καὶ πέντε. τὸν ἐννέα συμπληροῦντες ἀριθμὸν οἱ ἐπ' ἄκρου μετεώρου τῆς ἐλαίας καὶ αὐτοὶ εἰρημένοι. εἰ δὲ ὁμοῦ τις συναγάγῃ τοὺς δύο καὶ τοὺς τρεῖς καὶ τοὺς τέσσαρας καὶ τοὺς πέντε, δέκα καὶ τέσσαρας ποιήσει τοὺς πάντας, ὧν δώδεκα μὲν τοὺς πρώτους ἀποστόλους εἴποιεν ἂν εἶναι οὐκ ἐλάττω δὲ αὐτῶν τὴν ἀρετὴν Παῦλον καὶ αὐτὸν ὄντα «κλητὸν ἀπόστολον» καὶ τὸν «Ἰάκωβον» γεγονέναι «τὸν ἀδελφὸν τοῦ κυρίου», ὃς πρῶτος ἐπίσκοπος τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας ὑπ' αὐτοῦ καταστῆναι τοῦ σωτῆρος μνημονεύεται. οὗτοι δὲ πάντες ἐπ' ἄκρου τῆς ἐλαίας, λέγω δὴ τῆς Ἰουδαίων διαδοχῆς ηὑρημένοι διὰ τῶν μετὰ χεῖρας μνημονεύονται. καὶ ὁ θεῖος δὲ Ἀπόστολος οἶδεν ἐλαίᾳ παραβάλλειν τὴν παρὰ Ἰουδαίοις διαδοχὴν καὶ