1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

78

«ῥίζαν ἁγίαν» καὶ «ἀπαρχὴν» καὶ «καλλιέλαιον» αὐτοὺς καλεῖν. οὗτοι δὴ οὖν οἱ βραχεῖς ῥῶγες τῆς ἐλαίας μόνοι διεσώθησαν εὑρεθέντες ἐν αὐτοῖς. καὶ ὁ ἀποδοθεὶς στάχυς σπάνιός τις καὶ αὐτός. διό φησιν ὁ προφητικὸς λόγος· καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ' ἄκρου μετεώρου. Μετὰ δὲ τὴν τῶν ἀποστόλων μνήμην σφόδρα ἀκολούθως τῶν πάλαι πολυθέων ἐθνῶν τὴν εἰς τὸν τῶν ὅλων θεὸν ἐπιστροφὴν θεσπίζει. διὸ ἑξῆς εἴρηται· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ Τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ὁ ἄνθρωπος ἐπὶ τὸν ποιήσαντα αὐτόν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται, καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπὶ τοῖς βωμοῖς οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ οὐκ ὄψονται τὰ δένδρα οὐδὲ τὰ βδελύγματα αὐτῶν. οὐκέτι γὰρ τοῖς ἄλσεσιν οὐδὲ τοῖς ὑψηλοῖς τῶν δένδρων προσέξουσιν ὡς τὸ πρὶν ἐποίουν, μόνον δὲ τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐπιγνώσονται οἱ ποτὲ «ἀπηλλοτριωμένοι» τῆς γνώσεως τοῦ θεοῦ «καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας» τῇ ἡμέρᾳ ἐκείνῃ δηλαδὴ ἐν τῷ ἀποδοθέντι χρόνῳ. Τῆς δὲ τῶν ἐθνῶν κλήσεως διὰ τούτων δηλωθείσης ἑξῆς ἐπιλέγεται· τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦτ' ἔστιν ἐν τῷ αὐτῷ χρόνῳ, ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι ὃν τρόπον κατέλιπον οἱ Ἀμορραῖοι καὶ οἱ Εὐαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ, καὶ ἔσονται ἔρημοι, ὅτι ἐγκατέλιπες τὸν θεὸν τὸν σωτῆρά σου καὶ κυρίου τοῦ θεοῦ σου οὐκ ἐμνήσθης. σφόδρα δὲ ἐκπληκτικῶς καταλειφθήσεσθαι αὐτῶν τὰς πόλεις οὐχ ἁπλῶς οὕτως ἐθέσπισεν, ἀλλὰ κατὰ τὸν τρόπον τῶν Ἀμορραίων καὶ Εὐαίων· ὥσπερ γάρ φησιν ἐκείνων ἀπολωλότων, ἕτεροι παρελθόντες κατέσχον αὐτῶν τὰς πόλεις καὶ τὰς χώρας, οὕτως καὶ αἱ σαὶ πόλεις ἑτέρους ἕξουσιν οἰκήτορας, ὑμῶν ἀποβληθέντων καὶ ἐξωσθέντων. ὃ δὴ καὶ ἔστιν ὀφθαλμοῖς παραλαβεῖν· αὐτὴν γοῦν τὴν Ἰερουσαλὴμ Ἕλληνες οἰκοῦσι μηδενὸς τολμῶντος ἐπιβαίνειν Ἰουδαίου τῷ τόπῳ, καὶ ἄλλας δὲ πλείους τοῦ Ἰσραὴλ πόλεις ἀλλογενεῖς κατέχουσι. πλεῖσται δὲ ὅσαι ὑπὸ Ῥωμαίων πολιορκηθεῖσαι ἐκ βάθρων ἤρθησαν εἰς ἐσχάτην ἐρημίαν περιτραπεῖσαι ἀκολούθως τῷ θεσπίσματι. ταῦτα δὲ πείσεσθαι αὐτούς φησιν, ἐπειδήπερ τὸν σωτῆρα ἑαυτῶν κατέλιπον. ἔνθα δὴ καὶ αὐτοῦ Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν μέμνηται ἡ Ἑβραϊκὴ φωνή· σωτῆρα γὰρ δηλοῖ τὸ «Ἰησοῦ» ὄνομα εἰς τὴν Ἑλλάδα γλῶτταν ἑρμηνευόμενον. καὶ τοῦτ' ἦν τὸ αἴτιον, διὸ συμβήσεσθαι αὐτοῖς τὰ προλεχθέντα πάντα εἴρηται, διότι κατέλιπον τὸν θεὸν τὸν σωτῆρα αὐτῶν καὶ κυρίου τοῦ πάντοτε βοηθοῦ αὐτῶν οὐκ ἐμνήσθησαν. ὅπως δὲ αὐτῶν οὗτος πάντοτε γέγονε βοηθός, διδάσκει ἐν Εὐαγγελίοις λέγων· «ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις συνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε». καὶ δι' ἑτέραν δὲ αἰτίαν πείσεσθαι αὐτοὺς τὰ προλεχθέντα διδάσκει, διότι ἐφύτευσαν φυτείαν ἄπιστον καὶ σπέρμα ἄπιστον, ὃ καὶ αὐτὸ συνίσταται ἐκ τοῦ μὴ πιστεῦσαι αὐτοὺς τῷ Χριστῷ τοῦ θεοῦ αὐτοῖς πρώτοις ἐπιλάμψαντι. ἐπὰν οὖν φησι τὸ σπέρμα τοῦτο τὸ ἄπιστον καὶ τὴν φυτείαν τὴν ἄπιστον σπείρῃς ἐν τῇ σαυτοῦ ψυχῇ, τότε πλανηθήσῃ, εἰ δὲ μεταβαλὼν ἐπὶ τὴν ἀνατείλασαν τῷ κόσμῳ πρωΐαν τοῦ φωτὸς τοῦ εὐαγγελικοῦ, ἕτερον σπέρμα κατάθοιο τῇ σαυτοῦ διανοίᾳ, περὶ οὗ λέλεκται ἐν Εὐαγγελίοις· «ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι» καί· «ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἰδίῳ ἀγρῷ». καὶ ἐπειδὰν ἐν φωτὶ γένοιο τῆς πρωϊνῆς ἀνατολῆς «τοῦ ἡλίου τῆς δικαιοσύνης», ἀνθήσει ἐν σοὶ εἰς ἀμητόν, ὡς μεταδοῦναι κλῆρον ἀγαθὸν καὶ τοῖς σεαυτοῦ παισὶ «τοῖς κατὰ θεὸν γενησομένοις» διὰ τῆς σωτηρίου διδασκαλίας. τοσαῦτα τῷ περὶ τῆς ∆αμασκοῦ λόγῳ συμπαρείληφεν ἡ προφητεία εἰς τὸν χρόνον ἀναπέμπουσα τὸν εἰρημένον περὶ τῆς ∆αμασκοῦ τὴν ἔκβασιν τῶν περὶ τοῦ Ἰσραὴλ λελεγμένων. 1.73 Περὶ τῆς τῶν ἐθνῶν ἐπὶ τὸν θεὸν ἐπιστροφῆς καὶ τῆς