81
θαλάσσης καὶ ὕδασι τεταραγμένοις τὰ πλήθη τῶν ἀπίστων ἐθνῶν» παρέβαλεν, οὕτω νῦν ποταμοῖς γλυκέσι καὶ εὐσταθῶς κινουμένοις τοὺς Χριστοῦ λαοὺς ἀφομοιοῖ, χώραν αὐτῶν δηλώσας τὴν ἐκκλησίαν. πάλαι μὲν οὖν ἦσαν οὗτοι οἱ ποταμοὶ ἀοίκητοι καὶ «ἀλλότριοι θεοῦ», ἥ τε χώρα αὐτῶν ἔρημος θεοσεβείας, νυνὶ δὲ διὰ τοῦ ὑμετέρου φησὶ κηρύγματος οἱ δηλωθέντες ποταμοὶ καὶ ἡ χώρα αὐτῶν εἰς οἰκουμένην ἔσται. προξενήσει δὲ τοῦτο αὐτοῖς τὸ τοῦ Χριστοῦ σημεῖον, ὅπερ οὕτω γνωσθήσεται ἢ καὶ φανερὸν ἔσται τοῖς πᾶσιν ὡσανεὶ ἀπὸ ὄρους ὑψηλοῦ ἐπαρθείη σημεῖον ἢ ὡς φωνῆς σάλπιγγος μεγαφωνούσης· τὸν αὐτὸν γὰρ τρόπον καὶ τὸ ὑμέτερον κήρυγμα ἔκδηλον καὶ ἐπίσημον καὶ ἐξάκουστον εἰς πάντας τοὺς ἀνθρώπους γενήσεται. Πῶς δὲ δυνήσονται οἱ ποταμοὶ καὶ ἡ προλεχθεῖσα χώρα αὐτῶν ἀταράχως κατοικεῖσθαι ἀναγκαίως διδάσκει λέγων· διότι οὕτως εἶπε κύριός μοι Ἀσφάλεια ἔσται ἐν τῇ ἐμῇ πόλει. ἡ δὲ προλεχθεῖσα χώρα ἐμὴ τοῦ κυρίου ἐστὶ πόλις· διὸ ἀσφάλεια ἔσται ἐν αὐτῇ ὡς ἂν ἐμοῦ φυλάττοντος καὶ πάντοθεν αὐτὴν ἀσφαλιζομένου, ὥστε εἰκότως περὶ αὐτῆς λέγεσθαι· «δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ», καί· «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ». οὕτω δὲ καλεῖν ὁ λόγος εἴωθεν τὴν κατὰ θεὸν πολιτείαν, ἐν ᾗ ἀσφάλειαν ἔσεσθαι εἰπὼν προστίθησι καὶ φῶς ἔσεσθαι ἐν τῇ αὐτῇ πόλει, οὐ τὸ τυχὸν ἀλλ' ὁποῖον αὖτις παραβάλοι ἀκμαίῳ καὶ μεσημβρινῷ ἡλίου φέγγει. τοιούτου δὲ φωτὸς καὶ ὡσπερεὶ καύματος μεσημβρινοῦ γιγνομένου ἐν τῇ ἐμῇ πόλει οὐκ ἔσται φησὶ βλάβη οὐδὲ λύπη τοῖς ὑπὸ τοιούτῳ φωτὶ καταυγαζομένοις. διὰ τί ... συν τῷ ... τῷ το ... τῷ καὶ νεφέλ... ἐν ἡ ... ὡς ἐν ἡμέραις ἀμήτου ἐπισκιάζουσα αὐτοῖς ἔσται. φῶς μὲν οὖν αὐτός ἐστιν ὁ τοῦ θεοῦ λόγος ὁ τὴν ἐκκλησίαν αὐτοῦ διὰ παντὸς «φωτίζων», νεφέλη δρόσου τὸ πνεῦμα τὸ ἅγιον τὸ τὴν ἄκραν θεολογίαν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ τοῖς μὴ οἵοις τε αὐτὴν χωρεῖν ἐπισκιάζον ὡς κεκραμένον ἀποτελεῖσθαι τὸ πολὺ καὶ ἄκρατον τῆς περὶ τοῦ Χριστοῦ θεολογίας διὰ τὴν τοῦ ἁγίου πνεύματος ὡσπερεί τινος νεφέλης ὑποδρομήν. Καὶ ταῦτα ἔσεσθαί φησι πρὸ τοῦ θερισμοῦ, τοῦτον δηλῶν τὸν τρόπον τὰς ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ καρποφορίας δίκην σταχύων ἀνθούσας καὶ πληθυούσας, περὶ ὧν καὶ ἀνωτέρω ἐδήλου λέγων· «καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ» καὶ ὁ σωτὴρ ὁμοίως, δι' ὧν ἔλεγεν· «ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη», καὶ αὖθις· «ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ἵνα ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ». ἔσται τοίνυν τὸ μὲν φῶς τῆς θεότητος τοῦ λόγου ἄκρατον ὥσπερ ἀκμαῖον καὶ μεσημβρινὸν ἐν τῇ αὐτοῦ πόλει· διὰ δὲ τὸ μὴ χωρεῖσθαι αὐτὸ ὑπ' ἀνθρώπων μέση παρελθοῦσα ἡ νεφέλη τοῦ ἁγίου πνεύματος δρόσου ἔμπλεως, ἐπισκιάσει τὴν αὐτὴν πόλιν, ἵν' ὡς ἐν ἡμέραις ἀμήτου ταῖς πρὸ τοῦ θερισμοῦ καὶ τὸ φῶς ἐκλάμπῃ καὶ ἡ νεφέλη ἐπισκιάζῃ αὐτήν. καὶ ταῦτα μὲν πρὸ τῆς συντελείας καὶ πρὸ τοῦ θερισμοῦ περὶ τὴν πόλιν ἔσται τοῦ θεοῦ, μετὰ δὲ τὸν θερισμὸν καὶ τὴν συντέλειαν τοῦ παρόντος βίου καὶ αὐτῆς τῆς ἀκράτου θεότητος τοῦ λόγου μεθέξουσιν οἱ καταξιωθησόμενοι ἐκείνου τοῦ τέλους, ὅτε ἐπιστάσης τῆς συντελείας ἄλλῃ εἰκόνι παραβληθήσεται ἡ τῆς ἐκκλησίας τοῦ θεοῦ καρποφορία, δι' ἧς εἰκόνος τὴν γενομένην διάκρισιν τῶν ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ συναγομένων παρίστησιν. ὥσπερ γάρ φησιν ἐν ταῖς ἀμπέλοις, ἐπειδὰν ὄμφακες ὦσιν οἱ βότρυες, ἐπιστὰς ὁ γεωργὸς τὰ περιττὰ καὶ ἄχρηστα τῶν κλημάτων ἐκκόπτει οὐ μόνον, ἀλλὰ καὶ τὰ ἀτελεσφόρητα καὶ ὡσπερεὶ νεκριμαῖα τῶν βοτρύων· καὶ ταῦτα γὰρ ὡς οὐκ ἀναγκαῖα οὐδ' ἀγαθὴν ἔχοντα ἐλπίδα πρὸς καρποῦ τελείωσιν, περιαιρεῖ ἐπιστήμῃ γεωργικῇ, ἵνα μὴ λυμήνηται τοῖς ἐρρωμένοις βότρυσι τὰ περιττὰ καὶ ἄχρηστα. διὸ ταῦτα μὲν ἀφαιρεῖ