82
καὶ παραδίδωσιν εἰς βρῶσιν τοῖς πετηνοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, τὰ δὲ τὸν ἐντελῆ διασῴζοντα καρπὸν διὰ πάσης ἐπιμελείας φυλάττει. οὕτω κατὰ τὸν καιρὸν τοῦ θερισμοῦ γενήσεσθαί φησι· τῶν γὰρ τῆς ἀμπέλου περιττῶν κλημάτων καὶ τῶν ἀχρήστων ἐν αὐτῇ βοτρύων περιαιρουμένων καὶ ἀποκοπτομένων, εἰς βοράν τε ἐκδιδομένων ταῖς κολαστικαῖς δυνάμεσιν, οἱ ἀγαθοὶ βότρυες καὶ αἱ καρποφόροι ψυχαὶ τῆς παρὰ τῷ θεῷ τεύξονται ἀγαθῆς ἐλπίδος. ἐν τούτοις αὐτὸς ὁ σωτὴρ ἑαυτὸν εἰπὼν εἶναι «τὴν ἄμπελον», τοὺς μαθητὰς «τὰ κλήματα» ὠνόμασε· βότρυας δὲ τῶν κλημάτων ἀκόλουθόν ἐστιν νοεῖν τοὺς ὑπὸ τοῖς ἀποστόλοις μαθητευομένους, ὧν τὰ ὥσπερ νεκριμαῖα βοτρύδια τὰ ἄχρηστα καὶ ζωτικῆς δυνάμεως ἐστερημένα κατὰ τὸν καιρὸν τῆς κρίσεως ἀποβληθήσεσθαι διδάσκει καὶ τὰ κλήματα δὲ ὡσαύτως τὰ μηδένα βότρυν φέροντα, οἷος ἦν ὁ προδότης Ἰούδας ὁμοίως τοῖς ἀχρήστοις βότρυσιν ἀποκοπήσεσθαι. ἀντὶ δὲ τοῦ· καὶ ἀφελεῖ τὰ βοτρύδια τὰ μικρὰ καὶ τὰ ἑξῆς, ὁ Σύμμαχος· καὶ ἀποκοπήσεταί φησι τὰ εὐτελῆ αὐτῆς, ὁ δὲ Ἀκύλας· καὶ ἐκκόψει τὰ ἐκβράσματα αὐτῆς, ἐν τοῖς δρεπάνοις καὶ καταλείψει τοῖς πετηνοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ συναχθήσεται ἐπ' αὐτοὺς τὰ πετηνὰ τοῦ οὐρανοῦ καὶ πάντα τὰ θηρία τῆς γῆς ἐπ' αὐτὰ ἥξει, αἱ ἀντικείμεναι καὶ κολαστικαὶ δηλαδὴ δυνάμεις. Ἀλλὰ τούτων μὲν τὸ τέλος τοιοῦτον, ἑξῆς δὲ τῶν καρποφόρων κλημάτων καὶ τῶν ἐρρωμένων βοτρύων μνήμην ποιούμενος ἐπιφέρει· καὶ ἀνενεχθήσεται δῶρα κυρίῳ σαβαὼθ ἐκ λαοῦ τεθλιμμένου καὶ τετιλμένου. εἴη δ' ἂν οὗτος ὁ «τὴν στενὴν καὶ τεθλιμμένην» ὁδεύων «τὴν ἀπάγουσαν εἰς τὴν ζωήν». ὁ δ' αὐτὸς καὶ ἐκτετιλμένος ὑπάρχει, ὡς ἂν τῆς κοινῆς τῶν ἀνθρώπων ζωῆς ἠλλοτριωμένος καὶ μέγας ἐστὶ παρὰ τῷ θεῷ καὶ πολύς. διὸ λέλεκται· καὶ ἀπὸ λαοῦ μεγάλου. ταῦτα δὲ τὰ δῶρα ἀνενεχθήσεται τῷ κυρίῳ σαβαὼθ ἀπὸ τοῦ νῦν φησι καὶ εἰς τὸν αἰῶνα χρόνον· καὶ γὰρ ἐν τῷ παρόντι βίῳ καὶ ἐν τῷ μέλλοντι δὲ αἰῶνι τὰ λογικὰ δῶρα καὶ τὰς ἀναίμους τῷ θεῷ θυσίας ἀναπέμπων οὐ διαλιμπάνει ὁ δηλωθεὶς λαός. αὐτὸς δὲ οὗτός ἐστιν ὁ λαὸς τὸ ἀνωτέρω εἰρημένον ἔθνος καταπεπατημένον καὶ ἐλπίζον, διὰ μὲν τὴν ὑπομονὴν ἐλπίζον, περὶ ἧς εἴρηται· «ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει», διὰ δὲ τοὺς διώξαντας αὐτὸν καὶ πολλάκις καταπατήσαντας καταπεπατημένον. διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· ἔθνος ὑπομένον καὶ συμπεπατημένον. ὁρᾷς ὅπως τὸν λαὸν τὸν τετιλμένον ὑπομένοντα ὠνόμασεν. καὶ ἐπιλέγει· ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ· τίνος δὲ αὐτοῦ ἢ τοῦ θεοῦ; τὸ γὰρ ἔθνος τοῦτο ἐν μέρει ποταμοῦ τῆς τοῦ θεοῦ χώρας ἐτύγχανεν, ἅτε ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ ἐμπολιτευόμενον, ὡς λέγειν· «ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν»· οὐδὲ γὰρ τὸν πάντα ποταμὸν ἐχώρει, λέγω δὲ τὸν τοῦ θεοῦ λόγον, ἡ δηλωθεῖσα χώρα. διὸ ἐν μέρει ποταμοῦ τῆς χώρας τοῦ θεοῦ λέγεται γεγονέναι τὸ δηλωθὲν ἔθνος. κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς οὗ διήρπασαν ποταμοὶ τὴν γῆν εἴρηται· τούτου γὰρ τοῦ ἔθνους τοῦ θεοῦ οἱ πολέμιοι καὶ διῶκται ἦσάν ποτε διαρπάσαντες τὴν γῆν, ὅτε αὐτοὺς ἤλαυνον ἐκθλίβοντες καὶ καταπατοῦντες οἱ τῆς τοῦ θεοῦ πόλεως ἐπίβουλοι, περὶ ὧν εἴρηται· «ἦλθον οἱ ποταμοί, ἔπνευσαν οἱ ἄνεμοι», καὶ πάλιν· «χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον». ἀλλὰ γὰρ τούτων ἁπάντων ἐλευθερωθεὶς ὁ πάλαι τεθλιμμένος καὶ τετιλμένος λαὸς καὶ τὸ ἔθνος τὸ καταπεπατημένον μέν, ἐλπίζον δὲ ἐπὶ τὸν θεόν, δῶρα τῷ κυρίῳ σαβαὼθ ἀνοίσει. ποῦ δὲ ἀνοίσειν λέγεται ἢ εἰς τὸν τόπον, οὗ τὸ ὄνομα κυρίου σαβαώθ, ἐν ὄρει Σιών· καταξιωθεὶς γὰρ «τῆς ἐπουρανίου πόλεως» ὁ τοσαῦτα πεπονθὼς λαὸς τὰς πνευματικὰς ἀνοίσει θυσίας ὑπ' ἀρχιερεῖ τῷ υἱῷ τοῦ θεοῦ εἰς τὸν τόπον, οὗ τὸ ὄνομα τοῦ κυρίου σαβαώθ, εἰς ὄρος Σιών, περὶ οὗ φησιν ὁ Ἀπόστολος· «προσεληλύθαμεν