83
Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ». τοῦτο τέλος τῆς κατὰ ∆αμασκοῦ προφητείας, ἀρξάμενον μὲν ἀπὸ τῶν δηλωθέντων χρόνων, καταλῆξαν δὲ «ἐπὶ τὴν συντέλειαν τοῦ αἰῶνος» καὶ τὸ τρισμακάριον τέλος τῶν τῆς θεοσεβείας ἀθλητῶν. Προσήκει δὲ τὸν νοῦν ἐπιστῆσαι, ὅπως εἴρηται· ὅρασις Αἰγύπτου. οὐ γὰρ ὡς ἐπὶ τῆς Βαβυλῶνος ἐλέγετο· «ὅρασις κατὰ Βαβυλῶνος», οὐδ' ὡς ἐπὶ τῆς Ἰουδαίας καὶ Ἰερουσαλήμ· «ὅρασις, ἣν εἶδεν Ἠσαΐας υἱὸς Ἀμώς, ἣν εἶδκατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἰερουσαλήμ», οὐδ' ὡς «ἐπὶ τῆς ∆αμασκοῦ» καὶ «τῆς Μωαβίτιδος», οὕτως καὶ ἐπὶ τῆς Αἰγύπτου· οὐ γὰρ εἴρηται «ὅρασις κατὰ τῆς Αἰγύπτου», ἀλλ' ὅρασις Αἰγύπτου, ἤτοι ὡς αὐτῆς Αἰγύπτου μελλούσης ὁρᾶν καὶ θεωρεῖν ὀφθαλμοῖς διορατικῶς τὰ θεσπιζόμενα· ἢ ὡς τοῦ προφήτου τὴν ὅρασιν τεθεαμένου τὴν τὰ κάλλιστα τοῖς Αἰγυπτίοις προαναφωνήσασαν. τί γὰρ κάλλιον, τί δὲ μακαριώτερον ὑπάρχειν ἤμελλεν Αἰγυπτίοις τοῦ τὸν κύριον τῆς αὐτοῦ παρουσίας καταξιοῦν αὐτοὺς καὶ τὴν αὐτοῦ γνῶσιν αὐτοῖς παρέξειν καὶ ποιήσειν, ὅσα ἄλλα ἐμφέρεται τοῖς Αἰγυπτίοις; 1.75 Τοῦτο πεπληρῶσθαι εἴποι ἄν τις ὡς πρὸς ἱστορίαν, ὅτε αὐτὸς ὁ κύριος, ὁ «ἐν ἀρχῇ πρὸς τὸν θεόν», θεὸς «λόγος» οὐκ ἀσωμάτως οὐδ' ἀφανῶς ἐπεδήμει τῇ τῶν Αἰγυπτίων χώρᾳ, ἀλλὰ μετὰ τῆς ὀνομαζομένης κούφης νεφέλης τοῦ σώματος, οὗ ἀνείληφεν «ἐξ ἁγίου πνεύματος» καὶ τῆς ἁγίας παρθένου κατεσκευασμένου. εἰ μὲν γὰρ μὴ προσέκειτο τό· ἐπὶ νεφέλης κούφης καθήμενον αὐτὸν ἀφίξεσθαι, κἂν ἐδύνατό τις λέγειν, ὅτι ἀσωμάτῳ καὶ θεϊκῇ δυνάμει πανταχοῦ παρὼν ὁ θεὸς λόγος, ἅτε δὴ «πάντα πληρῶν»· «ἐν τῷ κόσμῳ γὰρ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο». καὶ τῇ Αἰγύπτῳ τὴν αὐτοῦ παρεῖχε παρουσίαν διὰ τοῦ τὴν ἐπισκοπὴν αὐτοῦ καὶ τὴν πρόνοιαν καὶ μέχρις αὐτῶν ἐκτείνειν, ἀλλ' οὐ μᾶλλον εἴποι τις αὐτὸν ἐν Αἰγύπτῳ ἐν ἑτέρῳ μέρει τοῦ παντὸς κατὰ τοῦτον ὑπάρχειν τὸν τρόπον. νῦν δ' ἀφωρισμένως εἰς Αἴγυπτον αὐτὸν ἥξειν ὁ λόγος ἐπὶ νεφέλης ὀχούμενον κούφης εἰπών, ἰδιάζουσάν τινα καὶ σωματικὴν ἔσεσθαι τὴν παρουσίαν αὐτοῦ δηλοῖ. ὃ δὴ εἴποι ἂν ὁ ταύτῃ συνιστάμενος τῇ ἐκδοχῇ τέλους ἠξιῶσθαι ἐπὶ τῆς εἰς ἀνθρώπους παρόδου τοῦ ἐκ τῆς ἁγίας παρθένου γεννηθέντος θεοῦ, ὃν «Ἐμμανουὴλ» καλεῖ ἡ προφητεία. ὡς γὰρ νεφέλη οὐκ ἄλλοθεν ἔχει τὴν σύστασιν ἢ ἐξ ἀέρος καὶ ἀναθυμιάσεως τῆς γῆς, οὕτω τὸ σῶμα ὃ ἀνείληφεν «ἐξ ἁγίου πνεύματος» καὶ τῆς γεώδους οὐσίας ὑποστὰν εἰκότως νεφέλῃ παρεβλήθη κούφῃ, ᾗ ἐγκαθήμενος ὁ Χριστὸς τοῦ θεοῦ ἐπεδήμει «τῇ Αἰγύπτῳ» κατὰ τὴν νηπίαν ἡλικίαν. ἀπήρκει γὰρ καὶ τοῦτο Αἰγυπτίοις ἀρρήτῳ δυνάμει μέγιστα ὠφελουμένοις ἐκ τῆς τοῦ σωτῆρος ἐπιβάσεως. κατὰ δὲ βαθύτερον νοῦν τῆς τοῦ κυρίου παρουσίας ἐξαιρέτως ἐδεῖτο ἡ Αἴγυπτος, ἐπειδὴ πάντων ἀνθρώπων δεισιδαιμονεστάτων γεγόνασιν, ὡς μὴ μόνον εἱμαρμένῃ καὶ τοῖς κατ' οὐρανὸν ἄστροις τὴν τοῦ παντὸς ἀνατιθέναι αἰτίαν, ἐκπεσεῖν δὲ καὶ μέχρι τῆς τῶν ἀλόγων ζῴων καὶ θηρίων ἀτιθάσων πτηνῶν τε καὶ ἑρπετῶν θεοποιΐας. οὕτω δὲ ἀδέσποτον καὶ ἀπρονόητον ἡγοῦντο τὸ πᾶν, ὡς καὶ τὸν βασιλέα αὐτῶν γυμνῇ τῇ κεφαλῇ λέγειν· «Οὐκ οἶδα τὸν κύριον», καί· «Τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ»; καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς· τὰ μὲν οὖν χειροποίητα εἴη ἂν τὰ ἀγάλματα καὶ τὰ ἄψυχα ξόανα· ἀλλὰ τὰ μὲν ἄψυχα ξόανα σεισθήσεσθαί φησι, τὴν δὲ καρδίαν, δηλαδὴ τοὺς δαίμονας ἡττηθήσεσθαι, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς τακήσεσθαι ἀφανεῖ καὶ ἀοράτῳ δυνάμει. συνετελεῖτο δὲ ταῦτα ἐξ αὐτῶν ἐκείνων τῶν χρόνων, καθ' οὓς ἐκκλησίαι θεοῦ τὴν πᾶσαν Αἴγυπτον ἐκόσμουν τῆς δαιμονικῆς ἐνεργείας ἠρέμα καὶ κατὰ μικρὸν σβεννυμένης. ταῦτα δὲ αὐτοῖς ἔργοις τέλους ἐτύγχανε καθ' ὃν χρόνον ἐκκλησίαι μὲν θεοῦ καθ' ὅλης ἵδρυντο τῆς Αἰγύπτου, ἐπεδήμει δὲ αὐτὸς ὁ κύριος τοῖς Αἰγυπτίοις ἐπισκοπῶν τὰς ἐκκλησίας αὐτοῦ κατὰ τό· «ὅπου δύο ἢ τρεῖς