1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

84

σηνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν». οὕτω γοῦν αἱ μὲν ἐκκλησίαι τῇ αὐτοῦ διέλαμπον χάριτι, ἡ δὲ τῶν αὐτόθι δαιμόνων καθῃρεῖτο πλάνη. Καὶ ἐπαναστήσονται Αἰγύπτιοι ἐπ' Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ, πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν. καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω. ἀντὶ δὲ τοῦ· καὶ ἐπαναστήσονται, ὁ Ἀκύλας· καὶ στασιάσω φησὶν Αἰγυπτίους ἐν Αἰγυπτίοις, ὁ δὲ Σύμμαχος· καὶ συμβαλῶ Αἰγυπτίους Αἰγυπτίοις, ὁ δὲ Θεοδοτίων· καὶ συνταράξω Αἰγυπτίους ἐν Αἰγυπτίοις. καὶ ταῦτα δὲ ἐπληροῦτο μετὰ τὸ εὐαγγελικὸν κήρυγμα τὸ εἰς πᾶσαν διαδοθὲν τὴν Αἴγυπτον, ἐφ' ᾧ τὰ μὲν ἄψυχα ξόανα τῆς ἐξ αἰῶνος ἀκινήτου στάσεως αὐτῶν ἐσαλεύετο, ὡς μηκέτι ἱδρῦσθαι καὶ βεβαίαν ἔχειν αὐτὰ στάσιν διὰ τὸν ἐγγενόμενον αὐτοῖς σάλον, οἱ δ' ἐν αὐτοῖς ἐμφωλεύοντες δαίμονες πονηροί, τὸ μηδὲν ὄντες διηλέγχοντο ἐπὶ τούτοις. ὥσπερ γὰρ ἡ ἐμφύλιος στάσις καθ' ὅλης διηγείρετο τῆς Αἰγύπτου, διισταμένων ἀπ' ἀλλήλων καὶ τεμνομένων καὶ μεριζομένων κατ' οἴκους καὶ κατὰ πόλεις τῶν τὴν χώραν οἰκούντων, τῷ τοὺς μὲν αὐτῶν προστρέχειν τῷ εὐαγγελικῷ κηρύγματι ἀναχωροῦντας τῆς δαιμονικῆς καὶ Αἰγυπτιακῆς πλάνης, τοὺς δὲ ἐναπομένοντας ἐν αὐτῇ πόλεμον ἄσπονδον κατὰ τούτων ἐγείρειν· οὕτως οὖν ἐπανίσταντο Αἰγύπτιοι ἐπ' Αἰγυπτίους, «ἐπολέμει τε ἄνθρωπος τὸν πλησίον αὐτοῦ καὶ ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ, ἀλλὰ καὶ πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομὸν ἐστασίαζον. νομοὶ δὲ καλοῦνται παρ' Αἰγυπτίοις εἰσέτι νῦν αἱ παρ' αὐτοῖς χῶραι, αἳ καὶ αὐταὶ διίστανται πρὸς ἀλλήλας τῆς αὐτῆς ἕνεκεν ὑποθέσεως. ἐχωρίζετο δὲ τῆς κατὰ θεὸν πολιτείας ὁ τῶν ἀθέων βίος, καὶ νομὸς ἐπηγείρετο νομῷ, τοῦ εὐαγγελικοῦ νόμου τὰ τῶν Αἰγυπτίων ἀνατρέποντος νόμιμα, ὡς αὖ πάλιν τοῦ τῆς εἰδωλολατρίας νόμου πολεμοῦντος τὸν σωτήριον λόγον. ταῦτα δὲ πάντα ἐγίγνετο, τὴν ἐπὶ κακῷ συμφωνίαν τῶν Αἰγυπτίων καὶ τὴν ὁμόνοιαν αὐτῶν τὴν περὶ τὴν πολύθεον πλάνην καὶ συγχέοντος τοῦ ἐπιδημήσαντος αὐτοῖς κυρίου. διὸ εἴρηται κατὰ τὸν Ἀκύλαν· καὶ στασιάσω Αἰγυπτίους Αἰγυπτίοις, κατὰ δὲ τὸν Σύμμαχον· καὶ συμβαλῶ Αἰγυπτίους Αἰγυπτίοις. συγγενῆ δὲ τούτοις καὶ ἀδελφά, μᾶλλον δὲ τὰ αὐτὰ ἑτέροις ῥήμασιν αὐτὸς ὁ κύριος ἡμῶν ἐν Εὐαγγελίοις ἐδίδασκε λέγων· «Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν» καὶ τὰ ἑξῆς. τούτων δὲ γιγνομένων ταραχθήσεσθαί φησιν ὁ λόγος τὸ πνεῦμα τῶν Αἰγυπτίων, κατὰ δὲ τὸν Σύμμαχον· καὶ ῥαγήσεται πνεῦμα Αἰγύπτου ἐν αὐτῇ, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ σχισθήσεται τὸ πνεῦμα Αἰγύπτου ἐν αὐτῇ, ὁ δὲ Ἀκύλας· καὶ πλαδαρωθήσεται πνεῦμα Αἰγύπτου ἐν ἐγκάτῳ αὐτῆς. τούτου δὲ ῥηγνυμένου καὶ ταραττομένου ἐπὶ τῇ τῆς ἐκκλησίας προκοπῇ τῶν τε Αἰγυπτίων βουλὰς πονηρὰς ἐπινοούντων, ἐγώ φησιν αὐτὸς ὁ κύριος τὴν βουλὴν αὐτῶν διασκεδάσω. οἱ δὲ ἀποροῦντες ὅτι καὶ πράξουσι κατὰ τὸ παλαιὸν αὐτοῖς ἔθος ἐπὶ τοὺς νομιζομένους αὐτοῖς θεοὺς τραπήσονται χρησμοὺς καὶ μαντείας ληψόμενοι περὶ τῶν θορυβούντων αὐτοὺς πραγμάτων. διὸ λέλεκται· καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς, φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους, μηκέτι δὲ μηδενὸς τούτων συνήθως αὐτοῖς φαινομένου εἰς ἐσχάτην ἐμπεσοῦνται ἀπορίαν. Ταῦτα μὲν οὖν πείσονται οἱ τὰς κατὰ μέρος χώρας οἰκοῦντες, ἀθρόως δὲ πᾶσαν αὐτὴν τὴν Αἴγυπτον παραδοθήσεσθαι ὁ λόγος φησὶν εἰς χεῖρας κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὺς κυριεύσειν αὐτῶν. ἔνθα δηλοῦσθαι τὸν χρόνον ἡγοῦμαι τῆς τῶν θεσπιζομένων ἐκβάσεως· μεταβολὴν γὰρ ἔσεσθαι τῆς βασιλείας τῶν Αἰγυπτίων σημαίνει, κατὰ τοὺς χρόνους τῆς τοῦ κυρίου εἰς τὴν Αἴγυπτον ἀφίξεως. καὶ τίς οὐκ ἂν ἐκπλαγείη συμβάλλων τοὺς χρόνους τοὺς τοῦ σωτηρίου λόγου κηρύγματος καὶ