85
τῆς ἐν τῷ αὐτῷ καταλύσεως τοῦ κατ' Αἴγυπτον βασιλείου, ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο μηκέτ' αὐτῶν τοὺς πρότερον ἄρχοντας, λέγω δὲ τοὺς Πτολεμαίους κρατεῖν, Ῥωμαίους δ' αὐτῶν κυρίους ἀποφανθῆναι. ἀντὶ δὲ τοῦ· καὶ βασιλεῖς σκληροί, ὁ μὲν Ἀκύλας· καὶ βασιλεὺς κεκραταιωμένος ἐξουσιάσει αὐτῶν εἴρηκεν, ὁ δὲ Σύμμαχος· καὶ βασιλεὺς ἰσχυρὸς ἐξουσιάσει αὐτῶν, ὁ δὲ Θεοδοτίων· καὶ βασιλεὺς ἰσχυρὸς κυριεύσει αὐτῶν. εἴποις δ' ἂν τοῦτον εἶναι τὸν κατὰ τοὺς χρόνους τῆς γενέσεως τοῦ σωτῆρος ἡμῶν τῆς Ῥωμαίων μοναρχήσαντα βασιλείας. τότε γοῦν Αὔγουστος κεκραταιωμένος ἀληθῶς καὶ ἰσχυρὸς βασιλεὺς πρῶτος τὴν Αἴγυπτον ὑπέταξε Ῥωμαίοις, καθελὼν τὴν ἐκ μακροῦ κρατήσασαν διαδοχὴν τὴν τῶν παρ' αὐτοῖς βασιλευσάντων Πτολεμαίων. καὶ οἱ μετὰ ταῦτα δὲ Ῥωμαίων αὐτοκράτορες κεκραταιωμένοι τῷ ὄντι καὶ ἰσχυροὶ βασιλεῖς ἢ καὶ σκληροὶ κατὰ τοὺς Ἑβδομήκοντα τὸ τῶν Αἰγυπτίων κατεδουλώσαντο ἔθνος, ὑφ' ὧν ἀποστελλόμενοι κατὰ τοὺς χρόνους οἱ τῶν στρατιωτικῶν ἄρχοντες Αἰγύπτου σκληρότερον αὐτοῖς ἐκέχρηντο. διὸ περὶ αὐτῶν εἴρηται· καὶ παραδώσω τὴν Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ κατὰ τοὺς λοιποὺς δὲ ἑρμηνευτὰς σκληροὶ κύριοι οὗτοι, λέγω δὲ οἱ κατὰ μέρος ἄρχοντες, ὠνομάσθησαν. Ἑξῆς τούτοις λέλεκται· καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν, ἀνθ' οὗ ὁ μὲν Ἀκύλας· καὶ ἀναποθήσεταί φησιν ὕδατα ἀπὸ θαλάσσης, ὁ δὲ Σύμμαχος· καὶ ἀφανισθήσεται ὕδατα ἀπὸ τῆς θαλάσσης. τροπικῶς καὶ ὁ λόγος θάλασσαν ἐν τούτοις τὸ ταραχῶδες πλῆθος τῶν Αἰγυπτίων ᾐνίξατο. ὡς ξένον αὐτοῖς ξενίζεις ποτόν· μηκέτι γὰρ ὑφεστῶτος τοῦ ποταμοῦ μηδὲ ἑτέρου Αἰγυπτιακοῦ ὕδατος, ἀλλὰ μηδὲ τοῦ θαλαττίου ἐπιτηδείου ὄντος πρὸς πόσιν νέον καὶ ξένον ὕδωρ πίεσθαι αὐτούς φησι. τοῦτο δὲ ἦν τὸ «ἐκ τῶν πηγῶν τοῦ σωτηρίου» παρὰ τοῦ κυρίου αὐτοῖς χορηγούμενον. ὥσπερ οὖν καὶ ἐν τοῖς μικρῷ πρόσθεν ἐδηλοῦτο ἐν τῷ· «Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν· ὡς θάλασσα κυμαίνουσα, καὶ νῶτος ἐθνῶν πολλῶν ὡς ὕδωρ ἠχήσει. ὡς ὕδωρ πολὺ ἔθνη πολλά», ἐν οἷς τὸ ταραχῶδες τῶν ἐθνῶν ὕδασι παρέβαλε καὶ «θαλάττῃ κυμαινούσῃ». τὸ δέ· καὶ ὁ ποταμὸς ἐκλείψει σημαντικὸν ἂν εἴη τοῦ μηκέτι τὴν βασιλείαν αὐτῶν ὑποστήσεσθαι. ὅτι δὲ ὁ φάσκων λόγος τὸν ποταμὸν τὸν τῶν Αἰγυπτίων ἐκλείψειν τὸ βασίλειον αὐτῶν ἐδήλου, παρεστήσαμεν ἤδη πρότερον ἐν τῇ προφητείᾳ τῇ περὶ τοῦ «ἐκ ῥίζης Ἰεσσαὶ» προελευσομένου. δι' ἧς ἐλέγετο· «καὶ ἐπιβαλεῖ κύριος τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ καὶ πατάξει αὐτὸν εἰς ἑπτὰ φάραγγας ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασιν». ὅμοια γὰρ ἦν κἀκεῖνα τοῖς μετὰ χεῖρας, δι' ὧν εἴρηται· ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος, καὶ διὰ τῶν ἔμπροσθεν δὲ ἐν οἷς ἐλέγετο· «ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον, οὗ οἱ ποταμοὶ διήρπασαν τὴν γῆν». οὐ περὶ σωματικῶν ποταμῶν ἦν ὁ λόγος, περὶ δὲ ὧν ἐν τοῖς Τόποις ἀποδεδώκαμεν· οὕτως κἀνταῦθα, εἰ λέγοι ἡ προφητεία τὸν ποταμὸν ἐκλείψειν καὶ ξηρανθήσεσθαι καὶ πάλιν μετὰ τὸν πρῶτον ἑτέρους ποταμοὺς καὶ τὰς διώρυχας καὶ πᾶσαν συναγωγὴν ὕδατος ἐκλείψειν, αἰνίττεσθαί μοι δοκεῖ τῆς Αἰγυπτίων βασιλείας καὶ τῶν κατὰ μέρος πρότερον παρ' αὐτοῖς ἀρχόντων τὴν κατάλυσιν. ἐπεὶ δὲ καὶ πολεμικαί τινες ἦσαν παρ' αὐτοῖς δυνάμεις, καὶ τούτων τὰς συναγωγὰς αὐτοῖς καὶ βασιλεῦσι παυθήσεσθαι κατὰ τοὺς δηλουμένους χρόνους προφητεύει. ἀλλὰ γὰρ καθαιρεθείσης τῆς Αἰγύπτου βασιλείας τοὺς ποταμοὺς πραϋνθήσεσθαι καὶ ἠρεμήσειν θεσπίζει ἑξῆς ἐπιφέρων· «καὶ τότε ἡσυχάσει τὰ ὕδατα αὐτῶν, καὶ οἱ ποταμοὶ αὐτῶν ὡς ἔλαιον πορεύσονται». τούτοις ἑξῆς ἀφανισθήσεσθαί φησι πάντα τὰ πάλαι φύοντα, κύκλῳ τοῦ ποταμοῦ κάλαμον, δηλαδὴ καὶ πάπυρον καὶ τὸ ἄχι τὸ χλωρὸν καὶ ἄλλα τινὰ τὰ ἐπ' αὐτοῦ τοῦ ποταμοῦ βλαστῶντα, ὁποῖα πολλὰ κατὰ τῶν Αἰγυπτίων ποταμὸν ὁρᾶται. παντελῆ δὲ οἶμαι ξηρασίαν ὑδάτων διὰ