87
στενάξειν, ἀλλὰ καὶ πάντας φησὶ τοὺς ποιοῦντας οὐ τὸν ἐξ ἀμπέλου οἶνον ἀλλὰ τὸν Αἰγυπτιακὸν ζῦθον, ὃς καὶ αὐτὸς νόθος ἦν καὶ τεθολωμένος, ᾧ ἐκέχρηντο ἀντὶ ποτοῦ πρὶν αὐτοῖς ἐπιδημῆσαι τὸν κύριον. οἱ Αἰγύπτιοι καὶ τούτου δὲ ἐκλιπόντος εἰκότως στενάξειν λέγονται καὶ τὰς ψυχὰς ἀλγήσειν οἱ τούτου ποιηταί. ταῦτα μὲν οὖν πείσεσθαι τοὺς τῆς Αἰγύπτου σοφιστὰς ἀπειλεῖ, ζυθοποιούς τινας ὄντας καὶ λίνου σχιστοῦ καὶ βύσσου ἐργάτας, ἰχθύων τε θηρευτάς, τὸν ποταμὸν τὸν Αἰγυπτιακὸν περιέποντας καὶ τὸν τῆς Αἰγυπτιακῆς σοφίας λόγον. οὗ ἀποτρέπων ἕτερος προφήτης ἐβόα λέγων· «τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γειών»; Τὰ δ' ἑξῆς ἐπιλεγόμενα περὶ ἀφανῶν ἀρχόντων, οἳ μάλιστα ταῖς μεγίσταις καὶ διαφανέσι τῆς Αἰγύπτου πόλεσιν ἐφήδρευόν ποτε, λέγω δὲ τῇ Τάνει καὶ τῇ Μέμφει, θεσπίζεται, δι' ὧν εἴρηται τοῦτον τὸν τρόπον· καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως· οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανθήσεται, καὶ πάλιν· ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως, καὶ ἐπλάνησαν τὴν Αἴγυπτον. κατὰ δὲ τὸν Σύμμαχον· ἐκοπώθησαν οἱ ἄρχοντες Τάνεως, ἐνάρκησαν οἱ ἄρχοντες Μέμφεως, οἱ πλανήσαντες τὴν Αἴγυπτον· ἐν ταύταις γὰρ μάλιστά φασι τὴν πᾶσαν μαγγανείαν τῆς δαιμονικῆς εἰδωλολατρίας συνεστάναι πρότερον, ἐνταῦθά τε τὸ βασίλειον ἔχειν τοὺς ἐν τοῖς Μωσέως χρόνοις βασιλεύοντας τῆς Αἰγύπτου. διὸ λέλεκται «ἐν πεδίῳ Τάνεως τὰ σημεῖα» γεγονέναι τὰ ἐπὶ Μωσέως καὶ ἐπὶ τοῦ παρόντος. τοιγαροῦν ἐπιδημήσαντος τοῦ κυρίου τῇ Αἰγύπτῳ σὺν τῷ Αἰγυπτίῳ ποταμῷ καὶ τοὺς δηλωθέντας ἀρχοντικοὺς δαίμονάς τινας μωρανθήσεσθαί φησι, καίπερ σοφίαν ἐπαγγελομένους ὅτ' οὐ παρῆν αὐτοῖς ὁ κύριος. ἀλλὰ γὰρ ἔλεγχον αὐτοῖς ἐπῆγεν ὡς οὐδεμιᾶς μετεῖχον σοφίας· μωροὶ δὲ ἦσαν ἀληθῶς ἐπὶ τῇ τοῦ κυρίου παρουσίᾳ. τούτοις δὲ αὐτοῖς τοῖς εἰρημένοις ἀρχοντικοῖς δαίμοσιν ὡσπερεὶ συμβούλοις ἐχρῶντο οἱ τῆς Αἰγύπτου βασιλεῖς μαντείαις καὶ χρησμοῖς καὶ ταῖς λοιπαῖς δαιμονικαῖς ἀπάταις ἀποπλανώμενοι. διὸ λέλεκται· καὶ ἐπλάνησαν τὴν Αἴγυπτον. εἶθ' ὡς πρὸς αὐτοὺς ἐκείνους τοὺς Αἰγυπτίους δαίμονας ὁ λόγος ἀποτείνεται φάσκων· πῶς ἐρεῖτε τῷ βασιλεῖ Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; μηκέτι γὰρ ὑπάρχοντος ὑμῖν βασιλέως, πῶς οἷοί τε ἔσεσθε ἐπὶ συνέσει σεμνύνεσθαι; πῶς δὲ υἱοὺς βασιλέων παλαιῶν ἑαυτοὺς εἶναί φατε Ὧρον καὶ Ἶσιν καὶ Ὄσιριν καὶ Τυφῶνα προβαλλόμενοι καὶ θεῶν καὶ ἡρώων καὶνεκύων γένη φάσκοντες τὸν πάλαι χρόνον τῆς Αἰγύπτου κεκρατηκέναι, ὧν θεῶν καὶ βασιλέων υἱοὺς καὶ ἀπογόνους ἑαυτοὺς εἶναί φατε ὑμεῖς οἱ διὰ τῆς προφητείας δηλούμενοι ἄρχοντες Τάνεως καὶ Μέμφεως; πῶς δ' ἂν εἴητε θεοὶ ἢ ποίας μετάσχοιτε ἂν σοφίας, μὴ δεδυνημένοι προγνῶναι μηδὲ προαγορεῦσαι τὸν ὑμέτερον ἔλεγχον καὶ τὴν τῆς βασιλείας κατάλυσιν, τούτων ὧν ἐτυγχάνετε σύμβουλοι, οὓς καὶ ἐπετρίβετε παντοίαις πλάναις περιβάλλοντες; τούτοις αὐτοῖς ἑξῆς καὶ αὐτῇ τῇ Αἰγύπτῳ προσφωνεῖ λέγων· ποῦ εἰσι νῦν οἱ σοφοί σου; ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν τί βεβούλευται κύριος σαβαὼθ ἐπ' Αἴγυπτον. ποῦ δὲ οἱ σοφοί σου θεοί, οἱ διὰ μαντειῶν καὶ χρησμῶν τὰ μέλλοντα ἔσεσθαι προφωνεῖν ἐπαγγελλόμενοι; παρίτωσαν εἰς μέσον καὶ λεγέτωσαν· τί βεβούλευται κύριος σαβαὼθ ἐπ' Αἴγυπτον; ἀλλ' οὐκ εἰσὶν οἱ λέγοντες· οὐδὲ γὰρ δαιμόνων ἦν πονηρῶν τὸ γιγνώσκειν τὴν τοῦ θεοῦ βουλήν, ἀλλ' οὐδ' ὅλως ὑπάρχουσι δαίμονες. ἐξέλιπον γὰρ οἱ ἄρχοντες Τάνεως καὶ Μέμφεως οἱ πάλαι ὑψωθέντες καὶ τὴν Αἴγυπτον κατὰ συγχώρησιν τοῦ κυρίου πλανήσαντες· οὐ γὰρ ἀνίσχυον τῆς καθ' ὅλου προνοίας ἐφορώσης τὸ πᾶν καὶ κατὰ μέρος ἐπισκοπούσης πλανᾶν τὴν Αἴγυπτον οἱ προλεχθέντες, εἰ μὴ αὐτὸς ὁ κύριος τοῦτ' αὐτοῖς πρᾶξαι συνεχώρει πνεῦμα πλανήσεως κεράσας αὐτοῖς, διὸ μεθυόντων δίκην τοὺς Αἰγυπτίους ἐπλάνων. τοσαύτη τε ἦν ἐξ αὐτῶν ἐγγινομένη τοῖς Αἰγυπτίοις μέθη,