1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

88

ὡς κατ' αὐτὸ ἐοικέναι αὐτοὺς ἀνδρὶ μεθύοντι ἅμα καὶ ἐμοῦντι ἀπὸ τοῦ πλήθους τῆς ὑπερβαλλούσης μέθης. τεκμαίρεσθαι δέ ἐστι ταύτης τῆς μέθης τὴν ὑπερβολὴν ἀπὸ τοῦ μηδὲ ὁμοίως τοῖς λοιποῖς ἀνθρώποις εἰδωλολατρῆσαι αὐτούς, ἐκπεσεῖν δὲ καὶ μέχρι τῆς τῶν ἀλόγων ζῴων ἂν εἰδωλοποιήσεως. διὸ λέλεκται· ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἅμα, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ὡς πλανᾶται ὁ μεθύων ἐν τῷ ἐμεῖν αὐτόν. ἔστι δὲ καὶ ἄλλως νοῆσαι τὸν κατὰ τὸ αὐτὸ μεθύοντα καὶ ἐμοῦντα· τὸ γὰρ ἅμα συνάψαι ἑκάτερα, ὥστε καὶ ἐμεῖν καὶ πίνειν καὶ πίνοντα μεθύειν καὶ πάλιν ἐμεῖν καὶ αὖθις ἐμοῦντα διψῆν. τοιαύτῃ τινὶ μέθῃ τὰς τῶν Αἰγυπτίων ἀπεπλάνησαν ψυχὰς οἱ δηλωθέντες ἄρχοντες Τάνεως καὶ Μέμφεως, οἷς αὐτὸς ὁ κύριος πνεῦμα πλανήσεως ἐκέρασε· δαίμονες γὰρ ὄντες πονηροὶ καὶ δυνάμεις ἀντικείμεναι, ἐναντία τῷ θεῷ ἐφρόνουν καὶ θεομαχεῖν ἐπειρῶντο. διὸ παρεδόθησαν πλάνῃ τοῦ θεοῦ κρίναντος ἐπαξίως τῆς πονηρίας αὐτῶν πλάνῃ παραδοῦναι αὐτούς. οἱ δὲ τὴν σφῶν κακίαν ἐπὶ τοὺς Αἰγυπτίους ὥσπερ τινὰ ἰὸν θανατηφόρον ἐξέχεαν, καὶ ἐπλάνησαν τὴν Αἴγυπτον, ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἅμα· ἀλλὰ καὶ τούτων αὐτῶν χάριν ἐπεδήμει ὁ κύριος τῇ Αἰγύπτῳ, ἵνα αὐτοὺς τῆς πλάνης ἀνανῆψαι ποιήσας μακρὰν αὐτῶν ἀποσκεδάσῃ τοὺς πλάνους. διὸ ἐπιλέγει· καὶ οὐκέτι ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ὃ ποιήσει κεφαλὴν καὶ οὐράν, ἀρχὴν καὶ τέλος· ἄπρακτα γὰρ αὐτοῖς ἔσται καὶ ἀνενέργητα τὰ πάλαι παρ' αὐτοῖς συντελούμενα, ὡς μηδὲν ἔργον ἐν αὐτοῖς μήτ' ἀρχὴν ἔχειν, μήτε τέλος τοῦ κυρίου καὶ τοῦτο ὡς ἀγαθοῦ ἐργασαμένου. πάλαι μὲν γὰρ ἐν τῇ παρ' Αἰγυπτίοις τῆς πολυθέου πλάνης ἔργα ἀρχὴν ἔχοντα ἦν καὶ τέλος καί τινα νομιζομένην ἀκολουθίαν. κατὰ δὲ τοὺς δηλουμένους χρόνους τῆς τοῦ κυρίου εἰς αὐτοὺς παρουσίας οὐκέτ' ἔσεσθαί φησιν ἔργον παρ' αὐτοῖς τοιοῦτον πλῆρες καὶ ὁλόκληρον καὶ τέλειον· ἀλλ' εἰ καὶ εὑρεθείη ποτέ, ἀκέφαλον ἔσται καὶ ἄναρχον, ἀτελές τε καὶ ἀσυμπέραστον. ὃ δὴ καὶ ἔστιν ἔργῳ παραλαβεῖν, ἐπεὶ μὴ ἐκλέλοιπεν αὐτῶν παντελῶς ἡ εἰδωλολατρία. τοιαύτη δέ ἐστιν ὡς μήτε κεφαλὴν ἔχειν μήτε λόγον εἰς τέλος ἱκανούμενον. 1.76 Κατὰ τοὺς ἀποδοθέντας χρόνους τῆς ἀφίξεως τοῦ κυρίου τῆς εἰς Αἴγυπτον οὐκέτ' ἔσεσθαι φρόνημα τοῖς Αἰγυπτίοις ἀνδρικόν, γυναικῶν δὲ δίκην ἐν τρόμῳ καὶ ἐν φόβῳ διάξειν αὐτοὺς τὸν βίον διὰ τὴν ἐπαναστᾶσαν αὐτοῖς χεῖρα τοῦ θεοῦ θεσπίζει. χεὶρ δὲ κυρίου τίς ἂν νοηθείη ἑτέρα οὖσα παρὰ τὴν λεγομένην δεξιὰν αὐτοῦ, ἀλλ' ἢ ἡ Ῥωμαϊκὴ δύναμις ἡ καθυποτάξασα τοὺς Αἰγυπτίους καὶ ὑποχειρίους ποιησαμένη διὰ τὴν τοῦ κυρίου παρουσίαν; οὕτω γάρ ποτε καὶ ὁ διάβολος πρὸς τὸν θεὸν ἀναγέγραπται εἰρηκὼς περὶ τοῦ Ἰώβ· «ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων, ὧν ἔχει· εἰ μὴν εἰς πρόσωπόν σου εὐλογήσει σε». ἡ τοίνυν διακονησαμένη τῷ βουλήματι τοῦ θεοῦ εἰς τὸ χειρώσασθαι τὴν Αἰγυπτίων ἀρχὴν δύναμις αὐτὴ δὲ ἦν, ἣ τοῦ Ῥωμαϊκοῦ στρατοῦ χεὶρ ὠνόμασται. ὅπως δὲ γυναικῶν δίκην μετὰ φόβου καὶ ἀγωνίας Ῥωμαίοις δουλεύουσιν Αἰγύπτιοι, οὐδὲν δεῖ λέγειν. ἀλλὰ καὶ ἡ χώρα τῶν Ἰουδαίων γέγονε τοῖς τὴν παρουσίαν τοῦ κυρίου παραδεδεγμένοις Αἰγυπτίοις εἰς φόβητρον· χώραν δὲ Ἰουδαίων οὐκ ἂν ἁμάρτοις τὴν θείαν εἰπὼν γραφήν, ἣν δι' ὑπερβολὴν εὐλαβείας καὶ πίστεως οἱ τὸν κύριον ἐπεγνωκότες «μετὰ φόβου καὶ τρόμου» καὶ εὐλαβείας προσίενται, οὐκέθ' ὡς τὸ πρὶν βλασφημοῦντες αὐτήν, ἀλλὰ τιμῶντες καὶ σέβοντες διὰ τὸν ἐν αὐτῇ κηρυττόμενον κύριον. διὸ πᾶς ὁ ὀνομάζων αὐτὴν αὐτοῖς φόβον θεοῦ ἐμποιεῖ αὐτοῖς· «ἀρχὴ δὲ σοφίας φόβος κυρίου». Κατὰ δὲ τὸν αὐτὸν χρόνον, καθ' ὃν ταῦτ' ἔσεσθαι προφητεύεται, πέντε πόλεις ἐν Αἰγύπτῳ συστήσεσθαί φησιν ὁ λόγος, οὐ τῇ Αἰγυπτίων γλώττῃ ἀλλὰ τῇ Χανανίτιδι χρωμένας καὶ ὀμνυούσας, οὐ τοὺς πατρῴους θεούς, οὓς ἐνόμιζον πάλαι πρότερον, ἀλλ' ἐν τῷ ὀνόματι κυρίου σαβαὼθ τοῦ παρὰ Ἰουδαίοις γνωριζομένου θεοῦ. οὗτος δὲ ἦν ὁ «ἐπὶ