89
νεφέλης κούφης» ἐπιδημήσας αὐτοῖς. θαυμάσαι δέ ἐστιν ἐπακούοντα Αἰγυπτίων καλούντων τῇ Ἑβραϊκῇ φωνῇ, ἣν αὐτοὶ Αἰγύπτιοι Χανανῖτιν γλῶτταν ὠνόμαζον· ἐπειδὰν ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ Ἑβραϊκῶν φωνῶν μνημονεύωσιν, οἷον τοῦ «ἁληλουϊὰ» καὶ τοῦ «ἀμὴν» καὶ τοῦ «σαβαὼθ» καὶ τῶν ἄλλων τῶν ἐν τῇ θείᾳ φερομένων γραφῇ. ὡς δὲ καὶ τὸν κύριον ἐπόμνυνται ὅρκιον αὐτοῦ ποιούμενοι τοὔνομα καὶ τῶν πατρῴων θεῶν τὸν παρὰ Ἰουδαίοις μόνοις γνωριζόμενον κύριον σαβαὼθ προτιμῶντες, οὐδὲν δεῖ λέγειν τῆς ἀληθείας αὐτῆς τὴν προφητικὴν ἐπισφραγιζομένης φωνήν. εἰ δὲ πέντε λέγονται πόλεις αἱ θεσπιζόμεναι, ἀλλ' οὐ χρὴ ἀγνοεῖν, ὡς αἱ πέντε μία τυγχάνουσι. διὸ καὶ ἓν ὄνομα κατὰ πασῶν ἐπιλέγεται τὸ Ἀσεδέκ, ὅπερ ὁ Σύμμαχος ἡρμήνευσεν ἡλίου· τίνα οὖν εἴποις ἂν ταύτην εἶναι ἢ τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν, κατὰ μὲν τοὺς Ἑβδομήκοντα καλουμένην Ἀσεδέκ, ὃ δὴ σημαίνει δικαιοσύνης, κατὰ δὲ τὸν Σύμμαχον ἡλίου, περὶ οὗ λέλεκται· «τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ», κατὰ δὲ τὸ ἀκριβὲς τῆς Ἑβραϊκῆς λέξεως ἡ Ἀρεόπολις λέλεκται. ὅπερ οὕτως ἂν ἑρμηνευθείη· πόλις τῆς γῆς κληθήσεται ἡ μία πόλις· αὕτη γὰρ μόνη καθ' ὅλης τῆς γῆς ἵδρυται τῷ θεῷ πόλις, ὡς εἰρῆσθαι περὶ αὐτῆς· «δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ». πέντε δὲ πόλεις τοῦ θεοῦ ἐν τῇ ἐκκλησίᾳ εἶεν ἂν αἱ διάφοροι πολιτεῖαι εἰς πέντε τάγματα διῃρημέναι· εἰ γοῦν τις ἀριθμήσειε τὸ πρῶτον τῶν προέδρων τάγμα καὶ τὸ δεύτερον τῶν πρεσβυτέρων τό τε τῶν διακόνων τρίτον καὶ τῶν ἐν Χριστῷ πεφωτισμένων τέταρτον καὶ ἐπὶ τούτοις τὸ τῶν ἐν εἰσαγωγῇ τυγχανόντων, εἴσεται ὡς πέντε τάγματα ταῦτα πολιτεύεται ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ· διὸ πέντε πόλεις ὑπὸ μίαν εἴρηνται λαλοῦσαι τῇ γλώσσῃ τῇ πάλαι νομιζομένῃ παρ' Αἰγυπτίοις Χανανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι κυρίου σαβαώθ. τὸ δὲ θαῦμα τοῦ λόγου ἴδοι ἄν τις ἐπιστήσας, ὅπως Αἰγύπτιοι οἱ πάλαι δεισιδαιμονέστατοι καὶ Ἰουδαίων μὲν ὄντες ἐκ τοῦ παντὸς μισηταί, τὸν δὲ θεὸν τὸν παρ' αὐτοῖς βλασφημεῖν εἰωθότες, οὗτοι ταῖς Ἰουδαϊκαῖς χρώμενοι γραφαῖς τοῦ παρὰ Ἰουδαίοις χρηματίζοντος κυρίου σαβαὼθ τὸν φόβον ἀνειλήφασιν, ὡς τὸ ὄνομα αὐτοῦ ὅρκον ἑαυτοῖς τίθεσθαι. ἡλίου δὲ καὶ φωτὸς πόλιν εἰκότως τὴν ἐκκλησίαν ὠνόμασε διὰ τὸν Χριστὸν τοῦ θεοῦ «φῶς ὄντα τὸ φωτίζον» «πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον». διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· πόλις ἡλίου κληθήσεται ἡ μία πόλις. 1.77 Προφητεύσας ὁ λόγος περὶ πόλεως θεοῦ ἐν Αἰγύπτῳ συστησομένης καὶ τῶν ἐν τῇ πόλει διαφόρων ταγμάτων, ἀκολούθως θυσιαστηρίου ἐν τῇ πόλει τοῦ θεοῦ γενησομένου μνημονεύει καὶ τοῦτο ἔσεσθαι παραδόξως· τῶν γὰρ πάλαι παρ' Αἰγυπτίοις νομιζομένων θεῶν ἀπολωλότων καὶ «τοῦ ποταμοῦ αὐτῶν ἐκλελοιπότος» καὶ «τῶν ἀρχόντων Τάνεως καὶ Μέμφεως ἀπομωρανθέντων», τῶν τε προκαταλεχθέντων ἁπάντων ἐπὶ πέρας ἀχθέντων τῷ παρὰ Ἰουδαίοις νομιζομένῳ κυρίῳ θυσιαστήριόν φησι συστήσεσθαι. ὃ δὴ καὶ ἡ τῶν πραγμάτων ἔκβασις ὀφθαλμοῖς ἡμῖν αὐτοῖς δείκνυσιν, ὡς μηκέτ' εἰς μέλλοντα καιρὸν προσδοκᾶν τοῦ λόγου τὸ ἀποτέλεσμα. ὡς δὲ «μία πίστις» καὶ «ἓν βάπτισμα» καὶ μία ἐκκλησία εἴρηται, οὕτω καὶ θυσιαστήριον ἓν τὰ καθ' ὅλης τῆς Αἰγύπτου εἰρημένα ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ θυσιαστήρια τυγχάνει, καὶ μία δὲ στήλη εὐαγγελικὴ γραφὴ σὺν τῷ θυσιαστηρίῳ ἐν τῇ δηλωθείσῃ πόλει συνέστη, διορίζουσα τοὺς ἀπίστους τῶν Αἰγυπτίων καὶ ἀφορίζουσα αὐτοὺς τῶν πιστῶν. διὸ εἴρηται· καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς· ἡ μὲν οὖν ἀνωτέρω «φόβητρον τοῖς Αἰγυπτίοις ἔσεσθαι» λεγομένη «χώρα τῶν Ἰουδαίων» τὴν Ἰουδαϊκὴν ᾐνίττετο γραφὴν καὶ τὸν τῆς παλαιᾶς διαθήκης λόγον, ἡ δὲ τῷ Χριστοῦ θυσιαστηρίῳ συνεζευγμένη στήλη τὸ τῆς καινῆς διαθήκης εἴη ἂν εὐαγγέλιον, διορίζον τοὺς εἰς τὸν Χριστὸν πιστεύσαντας τῶν Αἰγυπτίων ἀπὸ