90
τῶν ἀπίστων. Πρὸς τούτοις ἔσται φησὶν εἰς σημεῖον εἰς τὸν αἰῶνα κύριος ἐν χώρᾳ Αἰγύπτου. διὸ τῷ σημείῳ τούτῳ κατασφραγίζεσθαι μεμαθηκότες οἱ τὸν κύριον παραδεδεγμένοι Αἰγύπτιοι φυλακτηρίῳ τούτῳ κέχρηνται, ὥστε ἐν ταῖς θλίψεσιν αὐτῷ σημείῳ βοηθῷ χρωμένους ἀναβοᾶν καὶ ἐπικαλεῖσθαι τὸν κύριον διὰ τοὺς θλίβοντας αὐτούς· τίνες δ' ἦσαν οὗτοι, ἀλλ' ἢ οἱ ἐναπομείναντες ἐν τῇ ἀπιστίᾳ Αἰγύπτιοι, περὶ ὧν κατ' ἀρχὰς ἐλέγετο τῆς προφητείας· «καὶ ἐπαναστήσονται Αἰγύπτιοι ἐπ' Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ, πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν». τούτων δὲ θλιβόντων καὶ διωκόντων τοὺς τῷ θεῷ προσφεύγοντας οἱ μὲν θλιβόμενοι βοήσουσι πρὸς κύριον, ὁ δὲ τὸν Χριστὸν αὐτοῦ παραχρῆμα παρίστησιν αὐτοῖς σωτῆρα, διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς εἴρηται· καὶ ἀποστελεῖ αὐτοῖς σωτῆρα καὶ ὑπερμαχήσει αὐτῶν, λευκότατα Ἰησοῦν τὸν σωτῆρα ἡμῶν· τοῦτο γὰρ ἑρμηνεύει τοὔνομα θεσπίζοντος τοῦ λόγου. ἀντὶ δὲ τοῦ· καὶ σώσει αὐτούς, κρίνων σώσει αὐτούς, ὁ Σύμμαχος καὶ ὑπερμαχήσει αὐτῶν καὶ ἐξελεῖται αὐτοὺς εἴρηκε. τίς δὲ αὐτοὺς ἐξελεῖται ἢ ὁ ἀποστελλόμενος βοηθῆσαι τοῖς δι' αὐτὸν θλιβομένοις σωτήρ; κρίνων δὲ σώσει αὐτούς, εἰ εὕροι ἀξίους σωτηρίας ἀοράτῳ χειρὶ καὶ διακρίσει τοὺς θλίβοντας μετερχόμενος. Τούτῳ γοῦν μάλιστα τῷ τρόπῳ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, δῆλον δ' ὅτι ἐν τῷ τῆς θλίψεως αὐτῶν καιρῷ. εἶτ' εὐχάριστοι εἶναι μεμαθηκότες ἀποδώσουσιν αὐτῷ τὰς θυσίας, ἅτε δὴ ἐσχηκότες παρ' ἑαυτοῖς θυσιαστήριον καὶ ἱερᾶσθαι τῷ θεῷ κατηξιωμένοι. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ προσοίσουσι θυσίαν καὶ προσφοράν. ἔνθα δὴ ἐπιστῆσαι τὸν νοῦν ἀναγκαῖον ὡς καινοῦ νόμου καὶ καινῆς διαθήκης εἰσαγωγὴν ὁ λόγος παρίστησι· τοῦ γὰρ Μωσέως νόμου διαγορεύσαντος μὴ ἐκτὸς τῆς Ἰερουσαλὴμ ἑστάναι θυσιαστήριον μηδ' ἑτέρας φυλῆς ἢ μόνης τῆς Λευιτικῆς ἱερᾶσθαι τῷ θεῷ, ἡ προφητεία ἐν Αἰγύπτῳ ἵστησι τῷ θεῷ θυσιαστήριον καὶ ἱερεῖς τὸ γένος Αἰγυπτίους τῷ τῶν προφητῶν κυρίῳ θυσίας καὶ προσφορὰς ἀνοίσειν θεσπίζει. φησὶ δέ που ὁ θεῖος Ἀπόστολος· «μετατιθεμένης δὲ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίγνεται». τούτοις ἑξῆς ἐπιφέρει· καὶ εὔξονται, δῆλον δ' ὅτι οἱ Αἰγύπτιοι, εὐχὴν τῷ κυρίῳ καὶ ἀποδώσουσιν· ἐπαγγελλόμενοι γὰρ ἐν ταῖς εὐχαῖς καὶ τὰς πρεπούσας τῷ θεῷ ἐπαγγελίας οὐ παραβήσονται, διὸ μέχρι θανάτου τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας ὑπομένουσιν. Εἶτ' ἐπιλέγεται· καὶ πατάξει κύριος τοὺς Αἰγυπτίους πληγῇ καὶ ἰάσεται αὐτοὺς ἰάσει, καὶ ἐπιστραφήσονται πρὸς κύριον· «ἐπεὶ γὰρ ὃν ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται», εἰκότως καὶ τοὺς Αἰγυπτίους πατάσσει ἀγαπῶν, ἐπειδὰν ἐν χρείᾳ γένωνται παιδείας καὶ ἐπιστροφῆς ἀλλ' οὐκ εἰς μακρόν· μηδὲν δὲ ὑπερθέμενος ἰᾶται αὐτοὺς ἰάσει. Κατὰ δὲ τὴν αὐτὴν ἡμέραν, τοῦτ' ἔστι κατὰ τὸν δηλούμενον χρόνον, ἔσται φησὶν ὁδὸς Αἰγυπτίοις πρὸς Ἀσσυρίους, καὶ εἰσελεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς Ἀσσυρίοις. Ἀσσυρίους δ' ἐνταῦθα οἶμαι καλεῖν τὴν γραφὴν τοὺς νῦν καλουμένους Σύρους· καὶ τὸ παλαιὸν δὲ οἱ τὴν Συρίαν καὶ τὴν Μεσοποταμίαν οἰκοῦντες Ἀσσύριοι ἐχρημάτιζον. ἐχθροὶ δὲ ἦσαν οἱ Αἰγύπτιοι καὶ Ἀσσύριοι καὶ πολέμιοι διετέλουν ὄντες ἐκ τοῦ παντός, νῦν δ' ὁ παρὼν λόγος κοινωνίαν αὐτοῖς καὶ ἐπιμιξίαν θεσπίζει, ὅπερ οὐδ' ἄλλοτε γέγονε πώποτε· πρὸ γὰρ τῆς Ῥωμαίων ἀρχῆς ἰδιάζοντας εἶχον βασιλέας οἵ τε Αἰγύπτιοι καὶ οἱ Ἀσσύριοι. καὶ Αἰγύπτιοι μὲν τοὺς Πτολεμαίους, Σύροι δὲ τοὺς ἀπὸ Ἀντιόχου καὶ ∆ημητρίου· ὧν μέση κειμένη ἡ Ἰουδαία ἰδίως καὶ αὐτὴ ὑπὸ οἰκείοις ἄρχουσιν ἐκυβερνᾶτο. μεμεσολαβημένον δὲ τὸ Ἰουδαίων ἔθνος, ποτὲ μὲν ὑπὸ Σύρων ἐπολεμεῖτο, ποτὲ δὲ ὑπὸ τῶν Πτολεμαίων. ἀλλὰ καὶ Αἰγυπτίοις ἐτύγχανον οἱ Σύροι πολέμιοι, Αἰγύπτιοί