91
τε τοῖς Σύροις διεμάχοντο ὡς ἄμικτα εἶναι αὐτοῖς καὶ ἀδιάβατα τὰ τῆς πρὸς ἀλλήλους πορείας. τοιαῦτα μὲν οὖν ἐτύγχανον τὰ παλαιά, μετὰ δὲ τὴν ἄφιξιν τοῦ κυρίου τὴν εἰς Αἴγυπτον εἰρήνην βαθυτάτην, κοινωνίαν τε καὶ ἐπιμιξίαν ὁ παρὼν λόγος αὐτοῖς εὐαγγελίζεται λέγων· ἔσται ὁδὸς Αἰγυπτίοις πρὸς Ἀσσυρίους, καὶ ἐλεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν Αἰγύπτιοι τοῖς Ἀσσυρίοις. καὶ ἔσται Ἰσραὴλ τρίτος ἐν τοῖς Αἰγυπτίοις καὶ ἐν τοῖς Ἀσσυρίοις εὐλογημένος. ὁμοῦ δὴ οὖν συνάγει τοὺς πάλαι ἐχθροὺς καὶ πολεμίους, λέγω δὲ Σύρους καὶ Αἰγυπτίους καὶ τὸν Ἰσραήλ, μιᾶς τε εὐλογίας τῆς παρὰ τοῦ θεοῦ τεύξεσθαι αὐτούς φησιν· ὡς μηκέτι μέγα φρονεῖν τὸν Ἰσραὴλ μηδὲ κατεπαίρεσθαι τῶν ἄλλων, ὡς μόνον ὄντα εὐλογημένον καὶ ὡς μόνον ὑπάρχοντα λαὸν τοῦ θεοῦ. πλὴν ἀλλὰ καὶ οὕτως ἔχοντας δουλεύσειν τοῖς Ἀσσυρίοις, λέγω δὴ τοῖς Σύροις, τοὺς Αἰγυπτίους ἡ προφητεία διδάσκει. τίς οὖν ὀφθαλμοῖς θεωρῶν στρατόπεδα Ῥωμαϊκὰ Σύρων ἀνδρῶν κατὰ κεφαλῆς τῶν Αἰγυπτίων ἐγκαθήμενα, Αἰγυπτίους τε τούτοις δουλεύοντας, οὐκ ἂν ἐκπλαγείη τὴν τῆς προφητείας ἔκβασιν; τίς δ' οὐ θαυμάσεται ὁρῶν Αἰγυπτίους ἀδεῶς ἐπὶ τὴν Σύρων διαβαίνοντας χώραν, Σύρους τε ἀκωλύτως ἐπιβαίνοντας τοῖς Αἰγυπτίοις, δυνάμει τε ἀρχοντικῆς ἐξουσίας καταδουλουμένους αὐτούς; τὸ δὲ πάντων παραδοξότατον τοῦτ' ἦν ἄρα τὸ κατὰ τὸν αὐτὸν χρόνον καὶ παρὰ Σύροις καὶ παρὰ Αἰγυπτίοις καὶ ἐν τῇ γῇ τοῦ Ἰσραὴλ λαοὺς ἔσεσθαι τῷ θεῷ καὶ τούτους εὐλογημένους, ὡς μηδὲν διαφέρειν μηκέτι τὸν Ἰσραὴλ τοῦ Αἰγυπτίου μηδὲ τοῦ Σύρου μηδὲν διαλλάττειν παρὰ θεῷ κρείττω τὸν Σύρον τοῦ Ἰσραὴλ μηδὲ τοῦ Αἰγυπτίου μηδ' αὖ πάλιν τὸν Αἰγύπτιον ἐλαττοῦσθαι παρὰ τῷ θεῷ τοῦ Ἰσραὴλ ἢ τοῦ Σύρου. τοσαύτης μεθέξειν ἀγαθῶν κοινωνίας τοὺς πάλαι ἀλλήλων ἐχθροὺς καὶ πολεμίους ἐπὶ τῇ τοῦ κυρίου παρουσίᾳ φησίν. ὁ μὲν οὖν λαὸς τοῦ κυρίου ὁ ἐπ' αὐτῆς Αἰγύπτου συνεστώς, ὡσαύτως καὶ ὁ ἐπὶ τῆς Σύρων χώρας ἄντικρυς ὁρᾶται διὰ τῆς τῶν ἐκκλησιῶν πολυπληθείας, ὁ δὲ ἐκ τοῦ Ἰσραηλιτικοῦ γένους λαὸς κατὰ τοὺς χρόνους τοῦ εὐαγγελικοῦ κηρύγματος ἤκμαζε, καθ' οὓς οἱ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν καὶ οἱ ἀπόστολοι καὶ πάντες οἱ εὐαγγελισταί, οἵ τε ἐκ περιτομῆς τὸν Χριστὸν τοῦ θεοῦ ἐπεγνωκότες ὁμοίως τοῖς Αἰγυπτίοις καὶ τοῖς Σύροις ἐθεοσέβουν, διὸ μιᾶς καὶ τῆς αὐτῆς εὐλογίας παρὰ τοῦ θεοῦ κοινῇ πάντες ἠξιοῦντο. διὸ λέλεκται· Εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν Ἀσσυρίοις καὶ ἡ κληρονομία μου Ἰσραήλ, κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς εἴρηται· Εὐλογημένος ὁ λαός μου Αἴγυπτος καὶ Ἀσσούρ, ὡς ἂν μή τις τοὺς ἐν Αἰγύπτῳ Ἰουδαίους δηλοῦσθαι νομίσειεν, ἀλλ' αὐτοὺς Αἰγυπτίους καὶ αὐτοὺς Σύρους. ἐὰν δὲ λέγηται· Ἰσραὴλ τρίτος ἐν τοῖς Αἰγυπτίοις καὶ ἐν τοῖς Ἀσσυρίοις ἔσεσθαι εὐλογημένος ἐν τῇ γῇ, ἣν εὐλόγησεν κύριος σαβαώθ, μὴ ἑτέραν εἶναι νομίζωμεν τὴν γῆν τῆς ἐκκλησίας τοῦ θεοῦ. Ἰσραὴλ δὲ νοεῖσθαι δύναται καὶ πᾶς ὁ χορὸς τῶν ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν ἐκ τοῦ Ἰουδαίων ἔθνους προεξεληλυθότων τοῦ βίου. διὸ λέλεκται· καὶ ἡ κληρονομία μου Ἰσραήλ· «ὅτε γὰρ διεμέριζεν ὁ ὕψιστος ἔθνη, ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ». ἀλλὰ τότε μὲν μόνος Ἰσραήλ, νῦν δὲ καὶ Αἰγύπτιοι λαὸς αὐτοῦ εἴρηνται καὶ λαὸς εὐλογημένος καὶ Ἀσσύριοι ὁμοίως. τὸ δέ· ἐν τῇ γῇ, ἣν εὐλόγησε κύριος σαβαώθ, ἔχοι ἂν τὴν ἀναφορὰν καὶ ἐπὶ τὴν ἐπουράνιον, περὶ ἧς φησιν ὁ σωτήρ· «μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν», ἔνθα καὶ «ἡ ἐπουράνιός ἐστιν Ἰερουσαλὴμ καὶ τὸ Σιὼν ὄρος τὸ ἐπουράνιον τοῦ θεοῦ». 1.78 ∆όξει τὰ προκείμενα ἐναντία εἶναι τοῖς ἀρτίως εἰρημένοις, δι' ὧν ἔσεσθαι Αἰγυπτίων καὶ Ἀσσυρίων ἐπιμιξίαν εἰρηνικὴν ὁ λόγος ἐδήλου, νῦν δὲ τὸν βασιλέα τῶν Ἀσσυρίων αἰχμαλώτους λήψεσθαί φησι τῶν Αἰγυπτίων τοὺς νεανίσκους καὶ τοὺς πρεσβύτας, γυμνοὺς καὶ ἀνυποδέτους. εὑρεθείη δ' ἂν λύσις τῆς