92
ἀπορίας, εἰ ἐπιστήσαιμεν τῷ τρόπῳ τοῦ προφητικοῦ πνεύματος. ὡς γὰρ τῇ Αἰγύπτῳ προσέσχε, συνεῖδε μὲν καὶ τὰ παραυτίκα τοῖς Αἰγυπτίοις μέλλοντα ἔσεσθαι κατὰ τὸν τοῦ προφήτου χρόνον, ἀπέβλεψε δὲ καὶ ἐπὶ τὰ μακροῖς ὕστερον χρόνοις ἀποβησόμενα χρηστὰ περὶ τὴν τῶν Αἰγυπτίων χώραν. εἶτα πρῶτα τὰ χρηστὰ θεσπίσας διὰ τῶν ἔμπροσθεν, ἐπὶ τὰ παραχρῆμα γενησόμενα μεταβαίνει. λυπηρὰ δὲ τοῖς Αἰγυπτίοις ταῦτα ἦν· ἃ καὶ οὐκ εἰς μακρὸν ἐπληροῦτο κατ' αὐτοὺς ἐκείνους, καθ' οὓς ὁ προφήτης ἐγνωρίζετο χρόνους. ἀναγκαίως δὲ τὸ θεῖον πνεῦμα τοῖς περὶ τῆς τοῦ κυρίου εἰς τὴν Αἴγυπτον ἀφίξεως καὶ περὶ τῶν ἐν ταύτῃ γενησομένων τοῖς Αἰγυπτίοις ἀγαθῶν θεσπίσαντα παραχρῆμα μέλλοντα τέλους τυγχάνειν συνῆψεν, ἵν' ἀπὸ τῆς τῶν παρόντων ἐκβάσεως καὶ τὰ μακροῖς ὕστερον χρόνοις μέλλοντα γίγνεσθαι πιστευθείη τοῖς τότε τηνικαῦτα τῶν προφητικῶν λόγων ἐπακούουσιν. οὐκ ἦν οὖν ἐναντία τὰ προκείμενα τοῖς διὰ τῶν ἔμπροσθεν πεπροφητευομένοις· τὰ μὲν γὰρ εἰς τοὺς ἐπελευσομένους χρόνους ἀνέπεμπε, τὰ δὲ περὶ τῶν ἔγγιστα γενησομένων ἀνεφώνει. κατὰ γὰρ τοὺς τοῦ προφήτου Ἠσαΐου χρόνους τοῦ τῶν Ἀσσυρίων βασιλέως ὑπάρχοντος, ὅστις ἐπιβὰς τῷ Παλαιστίνων ἔθνει τὴν Ἄζωτον εἷλε μεγίστην οὖσαν τότε καὶ διαφανεστάτην τῶν τῇδε πόλεων, ἧς ἁλούσης προστάττεται ὁ προφήτης ἑνὶ πρόξενον χρώμενος ἐνδύματι δι' ἀκρότητα φιλοσοφίας, καὶ τοῦτο οὐκ ἐξ ἐρέας, ἀλλ' ἐκ τριχῶν αἰγείων ὑφασμένον τοῦτ' αὐτὸ ἀποθέσθαι, ὡς παντελῶς καταστῆναι γυμνὸν διὰ τὸ μὴ δεύτερον ἔχειν ἐπὶ τοῦ χρωτὸς περίβλημα, καὶ τὰ σανδάλια δέ, ἢ ὑποδήματα κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς, περιελεῖν, ταῦτα δὲ πράξαντος τὰ ὅμοια πείσεσθαι τῷ τοῦ προφήτου σχήματι τοὺς Αἰγυπτίους πολεμηθέντας ὑπὸ Ἀσσυρίων φησὶν ὁ θεός· γυμνοὺς γὰρ καὶ ἀνυποδέτους ἀπαχθήσεσθαι, οὐ μόνους ἀλλὰ καὶ τοὺς ἐπικουρήσειν αὐτοῖς καὶ συμμαχήσειν ἐλπισθέντας Αἰθίοπας· τῷ γὰρ πλήθει τῶν Αἰθιόπων καὶ τῇ τούτων χειρὶ μεγάλα κατ' ἐκεῖνο καιροῦ δυναμένων θαρσοῦντες οἱ Αἰγύπτιοι, καταφρονητικῶς εἶχον τῶν Ἀσσυρίων. ἀλλ' ὁ θεὸς τὸ μέλλον προφαίνει λέγων· Ὃν τρόπον πεπόρευται ὁ παῖς μου Ἠσαΐας γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη, ἔσται σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις. Ὅρα αὐτοὺς πολεμουμένους ὑπὸ τῶν Ἀσσυρίων γυμνούς τε καὶ ἀνυποδέτους ἀπαγομένους κατὰ τὴν εἰκόνα, ἣν δι' αὐτοὺς ὁ προφήτης ὑπέμεινε. διὸ ἐπιλέγει ἑξῆς· οὕτως γυμνοὺς καὶ ἀνυποδέτους καὶ ἀνακεκαλυμμένους τὴν αἰσχύνην ἀπάξει αἰχμαλώτους ὁ βασιλεὺς τῶν Ἀσσυρίων τοὺς Αἰγυπτίους καὶ τοὺς Αἰθίοπας. ἁλόντων δὲ τῶν Αἰθιόπων καταισχυνθήσονται οἱ Αἰγύπτιοι ἐρυθριῶντες, ἐφ' οἷς ἐθάρσουν καὶ ἐπεποίθεισαν, ὡς καταγιγνώσκειν καὶ μέμφεσθαι αὐτοὺς ἑαυτοῖς τοὺς κατοικοῦντας ἐν τῇ νήσῳ ταύτῃ, δῆλον δ' ὅτι ἐν τῇ Αἰγυπτίων χώρᾳ. νῆσον δὲ αὐτὴν ὠνόμασε διὰ τὸ πανταχόθεν περιρρεῖσθαι καὶ κυκλοῦσθαι ὑπὸ τοῦ ἐν αὐτῇ ποταμοῦ. ἐροῦσι δέ φησι καταγινώσκοντες ἑαυτῶν καὶ μεταμελόμενοι, ὅτι δὴ ἐπ' ἀνθρώπους, ἀλλ' οὐκ ἐπὶ τὸν τῶν ὅλων θεὸν τὰς ἑαυτῶν ἀνήρτησαν ἐλπίδας. καὶ πῶς αὐτοὶ δυνησόμεθα σωθῆναι, ὁπότε ταῦτα πεπόνθασιν οἱ προσδοκήσαντες ἡμῖν ἔσεσθαι βοηθοί. θαυμάσαι δέ ἐστιν τὸν προφητικὸν βίον, ὃν ὁ μὲν Ἀπόστολος παρέστησεν εἰπών· «περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι». ἡ δὲ παροῦσα γραφὴ τὸν Ἠσαΐαν ἑνὶ ἐνδύματι σάκκῳ κεχρημένον εἰσάγει, πενθοῦντα δηλαδὴ καὶ ἀποκλαόμενον τοὺς διὰ τὰς οἰκείας ἀσεβείας μακρὰν ἀποπίπτοντας τοῦ θεοῦ. τὸ δὲ κελευσθέντα γυμνὸν βαδίσαι καὶ μὴ μελλῆσαι, πρᾶξαι δὲ τοῦτο παραχρῆμα ἐπ' ὀφθαλμοῖς τῶν παρόντων αὐτῷ, μεγίστης ὑπακοῆς καὶ προθυμίας τῆς πρὸς τὸν θεὸν γένοιτ' ἂν δεῖγμα, παραστήματός τε καὶ φρονήματος ἐπῃρμένου, πᾶσαν τὴν παρὰ ἀνθρώποις δόξαν ἐν οὐδενὶ τιθεμένου. 1.79 Ζητῶν τὰ προκείμενα σῶσαι πρὸς λέξιν ἀφορμὰς οἶμαι