93
λαμβάνειν ἀπὸ τῶν ἐμπεριεχομένων ἐν αὐτοῖς λόγων, ἐν οἷς εἴρηται· «Πέπτωκε πέπτωκε Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβη»· ἄντικρυς γὰρ ταῦτα περὶ Βαβυλῶνος εἴρηται. καὶ προϊὼν αὖθις ὁ λόγος φησίν· ἐπ' ἐμὲ οἱ Ἐλαμῖται, καὶ πρέσβεις τῶν Περσῶν ἐπ' ἐμὲ ἔρχονται, ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· ἀνάστηθι Ἐλάμ, πολιορκεῖτε Μῆδοι. καὶ ἡ Ἑβραϊκὴ δὲ φωνὴ καὶ οἱ λοιποὶ ἑρμηνευταὶ Μήδων ἐν τούτοις ἐμνημόνευσαν· οὗτοι δέ εἰσιν οἱ τὴν Βαβυλωνίων καθελόντες ἀρχήν, ὡς ἐδήλου διὰ τῶν ἔμπροσθεν ἡ περὶ Βαβυλῶνος προφητεία, δι' ἧς ἐλέγετο· «ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους». Πέρσαι γοῦν Μήδους οὐκ εἰς μακρὰν διαδεξάμενοι τὰ λείψανα τῆς Βαβυλῶνος καθεῖλον· εἰκότως γοῦν περὶ Βαβυλῶνος τὰ προκείμενα εἰρῆσθαι ἡγοῦμαι. τί δὲ βούλεται ὁ λόγος φάσκων· τὸ ὅραμα τῆς ἐρήμου; ἐντεῦθεν ἤδη Βαβυλῶνα ἔρημον ὀνομάζει διὰ τὰ θεσπισθέντα περὶ τῆς ἐρημίας αὐτῆς. τὸ ὅραμα τοίνυν τῆς ἐρήμου θαλάσσης τὴν Βαβυλῶνος ἐρημωθεῖσαν θάλασσαν σημαίνει. εἰ δέ τις ἔροιτο, τί βούλεται ἐνταῦθα κείμενος ἀκαίρως ὁ περὶ Βαβυλῶνος λόγος ἅπαξ διὰ τῶν ἔμπροσθεν τῆς περὶ Βαβυλῶνος προφητείας πεπληρωμένως ἀποδοθείσης, ἐροῦμεν ὅτι ἐπειδὴ «ὁ τῶν Ἀσσυρίων βασιλεὺς τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ τὴν αἰχμαλωσίαν Αἰθιόπων, νεανίσκους καὶ πρεσβύτας, γυμνοὺς καὶ ἀνυποδέτους» «ἀπάξειν» ἐλέγετο ἀρτίως, ἀναγκαίως ὁ λόγος ὁποῖα καὶ αὐτοῖς ὅσον οὐδέπω συμβήσεται τοῖς Ἀσσυρίοις σημαίνει· ὥσπερ γὰρ Αἰγυπτίους ὁ θεὸς μετήρχετο δικαίᾳ κρίσει διὰ τῆς ἐφόδου τῶν Ἀσσυρίων, οὕτως καὶ τοὺς Ἀσσυρίους Μήδοις παραδιδοὺς καθῄρει τῆς μεγαλαυχίας καὶ Μήδους αὖθις ὑπέταττε Πέρσαις καὶ αὖ πάλιν τούτους δι' ἑτέρων ἐσωφρόνιζεν· οὕτω δὴ σῴζοιτ' ἂν ὁ εἱρμὸς τῶν προκειμένων. μετά γε μὴν τὴν προγραφὴν τὸ ὅραμα τῆς ἐρημωθείσης θαλάσσης περιέχουσαν ἐπάγει ὁ λόγος· Ὡς καταιγὶς δι' ἐρήμου διέλθοι ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς, φοβερὸν τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. ἐκ προσώπου τῆς Βαβυλῶνος αὐτῆς οἶμαι ταῦτα λέγεσθαι, ὡσπερεὶ ἀκοὴν παραδεξαμένης τῶν μελλόντων ἐπιέναι αὐτῇ κακῶν, εὐχομένης τε παρελθεῖν τὴν ἀκοὴν καὶ μὴ γενέσθαι τὰ προσδοκώμενα. διό φησι· φοβερὸν τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι, ὥσπερ καταιγὶς δι' ἐρήμου διέλθοι· γένοιτο γὰρ αὐτό φησι διελθεῖν καὶ ἀντιπαρελθεῖν καταιγίδι ἐξ ἐρήμου ἐρχομένῃ ἐοικός· εἰ γὰρ καὶ αὐτὴ μόνη τοῦ ὁράματος ἡ ἀκοὴ γνωσθεῖσά μοι σκληρά τέ τις καὶ ἐπίφοβος τυγχάνει, ποταπὴ ἄρα ἔσται αὐτή, εἰ ἐπέλθοι δίκην καταιγίδος ἐξ ἐρήμου ἐρχομένης, ἀλλὰ διέλθοι γε αὐτὴ καὶ παραδράμοι μηδὲ ἐπελθοῦσα κατ' ἐμοῦ στηριχθείη. μανθάνω γὰρ ὅτι ὁ ἀθετῶν ἀθετεῖ καὶ ὁ ἀνομῶν ἀνομεῖ, καὶ ἐπ' ὀνόματος δὲ ἤκουσα παρὰ τῶν ἀπαγγειλάντων μοι, ὡς ἄρα οἱ Ἐλαμῖται καὶ οἱ Μῆδοι ἐπ' ἐμὲ ἔρχονται πρόδρομοι ὄντες οὗτοι Περσῶν· διὸ οὐκ ἄν τις ἁμάρτοι εἰπὼν πρέσβεις εἶναι Περσῶν. τί οὖν πράξαιμι τῆς τούτων καταιγίδος ἐπιβαίνειν μοι μελλούσης, ἀλλὰ ὡς ἔοικε νῦν στενάξω, ὅπερ πρότερον οὐκ ἔπραττον, ὑπερήφανος οὖσα καὶ κατεπαιρομένη τῶν λοιπῶν ἐθνῶν ὡς ἑτέροις ἐμποιεῖν στεναγμούς. νῦν δὲ αὐτὴ ἐγὼ ἡ Βαβυλὼν καὶ ὁ ἐν ἐμοὶ λαὸς στενάξω καὶ παρακαλέσω ἐμαυτὴν διὰ τοῦ στεναγμοῦ. Ἐπειδὴ καθήψατό μου ἡ περὶ τῶν λεχθέντων ἀγγελία, ἧς ἕνεκα ἐπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως πάλαι κατεσφιγμένη καὶ νεανιευομένη, ὀδύνη τε καὶ πόνοι κατέσχον με ὡς μηδὲν διαφέρειν ἐμὲ τὴν Βαβυλῶνα τὴν πάλαι ἑτέροις οὖσαν φοβερὰν γυναικὸς τικτούσης. ταῦτα δέ μοι συμβέβηκεν, ἐπειδήπερ ὁμολογῶ ἠδικηκέναι, ὅτε μηδενὸς ἤκουον τῶν παραινούντων μοι καὶ ὅτε σπουδὴν ἐποιούμην μηδὲν ὀρθὸν βλέπειν. διό φησι, νῦν ἐξομολογουμένη φημί· ἠδίκησα τὸ μὴ ἀκοῦσαι, ἐσπούδασα τὸ μὴ βλέπειν. πλανᾶται ἡ καρδία μου, καὶ ἡ ἀνομία μου βαπτίζει με, ἡ καρδία μου ἐφέστηκεν εἰς φόβον. ἀνθ' οὗ ὁ Σύμμαχος ἐποίησεν· ἐπλανήθη ἡ ψυχή μου, ἡ καρδία μου ἐταράχθη, ἐθορύβησέ