95
ἀπορρητοτέραν ὄψιν ἐθεώρει ἀγγελικὴν ὡς οἶμαι οὖσαν, δι' ἧς τὰ τῆς πτώσεως Βαβυλῶνος ἐνηργεῖτο. εἰκότως οὖν ἐπείπερ ἤμελλε τὸ πνεῦμα τὸ προφητικὸν ἀναβοᾶν καὶ λέγειν· Πέπτωκε πέπτωκε Βαβυλών, καὶ πάντα τὰ χειροποίητα αὐτῆς συνετρίβη, προλαβὼν εἶπεν ὁ κύριος τῷ προφήτῃ ἀκρόασαι ἀκρόασιν πολλήν, ταύτην αὐτὴν δηλονότι τὴν περὶ τῆς Βαβυλῶνος καὶ τῶν ἀγαλμάτων αὐτῆς λεχθεῖσαν. οἶμαι δὲ διὰ τούτων σημαίνεσθαι τῆς Ἀσσυρίων βασιλείας τὴν παντελῆ καθαίρεσιν θεοῦ κρίσει γενομένην· οὐκ ἂν δὲ ἐφάνη, ὅτι μωρὸς οὗτος ἄγγελος, εἰ μὴ βέβλητο ὑπὸ τοῦ προφήτου κατὰ πρόσταξιν τοῦ θεοῦ. Τούτων δὲ οὕτω πραχθέντων ὁ προφήτης λοιπὸν ἐκφαίνει ταῦτα, ἅπερ ἤκουσέ τε καὶ εἶδε τοῖς καταλελειμμένοις καὶ ὀδυνωμένοις ἐν τῷ λαῷ. βραχεῖς δέ τινες ἦσαν οὗτοι οἱ τὰ κατὰ τοῦ λαοῦ ἀποδυρόμενοι μόνοι περιλειφθέντες ἀπὸ τῆς τῶν πολλῶν πλάνης, οἷς ὁ προφήτης προσφωνεῖ λέγων· ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου σαβαώθ· ὁ θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ὑμῖν· ἃ γὰρ ἐμοὶ ἀπεκάλυψε, ταῦτα καὶ ὑμῖν ἐξέφηνεν ὡς δι' ἑρμηνέως ἐμοῦ. τοῦτο τέλος τῆς περὶ Αἰγύπτου προφητείας, μεθ' ἣν ὁ λόγος μεταβαίνει ἐφ' ἑτέραν ὑπόθεσιν. 1.80 Οὐκ ἀργῶς οὐδὲ τὴν περὶ τούτων προφητείαν πεποίηται ὁ λόγος, ἀλλ' ἐπειδὴ καὶ οὗτοι πολέμιοι τοῦ Ἰσραὴλ ἦσαν συνεχῶς αὐτοῖς ἐπιτιθέμενοι, μαρτυρεῖ τούτοις ἡ ἱστορία καὶ ὁ λέγων Ψαλμός· «ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό, κατὰ σοῦ διαθήκην διέθεντο τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ Ἁγαρηνοί, Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλήκ»ὁρᾷς ὅπως πρὸ πάντων τῶν πολεμίων τοῦ λαοῦ τοὺς Ἰδουμαίους τίθησιν· ἔθνος δὲ τοῦτ' ἦν μέγιστον ἀμφὶ τοῖς Πέτραν τῆς Ἀραβίας ἐκ τοῦ Ἠσαῦ τὴν διαδοχὴν κατάγον. Ἠσαῦ δὲ ἀδελφὸς ἦν τοῦ Ἰακὼβ τοῦ καὶ Ἰσραήλ, ἐξ οὗ πάντες Ἰοδαῖοι. ἀδελφῶν οὖν ὑπῆρχον τέκνα οἵ τε Ἰδουμαῖοι καὶ Ἰουδαῖοι· Ἐδὼμ γὰρἐκαλεῖτο Ἠσαῦ, διὸ καὶ οἱ ἐξ αὐτοῦ Ἰδουμαῖοι. ἐπεὶ τοίνυν συνεχῶς ἐπανίσταντο οἱ Ἰδουμαῖοι τῷ Ἰσραήλ, εἰκότως καὶ τὸ περὶ τούτων ὅραμα θεωρεῖ ὁ προφήτης προλέγων τὰ καὶ αὐτοῖς συμβησόμενα. ἔοικε δὲ τοῖς ἑαυτοῦ γνωρίμοις ὁ θεὸς προσφωνεῖν λέγων· Πρὸς ἐμὲ καλεῖ παρὰ τοῦ Σηείρ· τοὺς γὰρ φεύγοντας παρὰ τοῦ Σηεὶρ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς πρὸς ἐμὲ καλεῖ φησι. Σηεὶρ δὲ ἐκαλεῖτο τὸ ἐν τῇ Ἀραβίᾳ ὄρος τοῦ Ἠσαῦ, ἐν ᾧ συνειστήκει αὐτοῦ τὰ βασίλεια· γνωρίζεται δὲ τοῖς ἐπιχωρίοις εἰσέτι καὶ νῦν οὕτω καλούμενον. τοῖς οὖν ἀγωνιῶσι τὸν ἀπὸ τῶν Ἰδουμαίων φόβον φάσκει· πρὸς ἐμὲ σπεύδοντες ἥκετε, καὶ παρ' ἐμοὶ γενόμενοι φυλάσσετε τὰς ἑαυτῶν ἐπάλξεις. Κἀγὼ δὲ φυλάξω ὑμᾶς δι' ἡμέρας καὶ διὰ νυκτὸς καὶ παρ' ἐμοὶ γένεσθε. εἴ τις οὖν ἐν ὑμῖν βοηθείας δεῖται, παρ' ἐμοῦ ζητείτω τὴν βοήθειαν, καὶ εἴ τις τῆς αὐτοῦ πεφρόντικε σωτηρίας, παρ' ἐμοὶ οἰκείτω. ταῦτα οὖν εἰρῆσθαί μοι δοκεῖ πρὸς τοὺς ἐπτοημένους τὸν φόβον τῶν Ἰδουμαίων, οὓς πρὸς ἑαυτὸν ἀνακαλεῖται ὁ θεὸς ἐπαγγελλόμενος τὴν παρ' αὐτοῦ βοήθειαν, εἰ παραμένοιεν αὐτῷ. Τὰ δ' ἑξῆς ὁ προφήτης ἑτέρας ὑποθέσεως ἐπιλαβόμενος φάσκει ληφθεὶς ὑπὸ τοῦ ἁγίου πνεύματος, διὸ καὶ λῆμμα ἐκάλει τὸν λόγον. ὅπερ λῆμμα οὐκέτι περὶ τῶν Ἰδουμαίων μόνων ἦν, ἀλλὰ καὶ περὶ τῶν λοιπῶν τῶν τὴν Ἀραβίαν οἰκούντων, ἐχθρῶν καὶ αὐτῶν καὶ πολεμίων ὄντων τοῦ Ἰσραήλ, πρὸς οὕς φησιν· εἰ δὴ πάντοτε θρασυνόμενοι ᾧ οὗτοι κατεπαίρεσθαι εἰώθατε τοῦ ἐμοῦ λαοῦ, νῦν γοῦν μαθόντες τὰ ὅσον οὔπω ὑμᾶς μετελευσόμενα παύσασθε τῆς ἀπονοίας. ἤδη γὰρ ἐπιστάντων τῶν κατακοπτόντων ὑμᾶς πολεμίων, οἱ μὲν πλεῖστοι τῶν ἐν ὑμῖν ἀπολοῦνται, εἷς δέ που καὶ δεύτερος, ἢ καὶ σφόδρα τινὲς βραχεῖς εἰ περισωθεῖεν φυγῇ τὴν σωτηρίαν ποριζόμενοι, τούτοις αὐτοῖς ἐγὼ παρακελεύομαι ὡσανεὶ φεύγουσι καὶ ἐκ τῆς φυγῆς παρειμένοις ἤδη καὶ ἐκλελυμμένοις ἄρτον καὶ ὕδωρ παρασκευάζειν, μηκέτι γοῦν πόλιν οἰκεῖν ἔχοντες, οὗτοι ἐν δρυμῷ καὶ ἐν ἐρήμοις τόποις καταλαβούσης αὐτοὺς