1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

96

ἑσπέρας κοιμηθήσονται. ἀλλ' ἵνα μὴ λιμῷ διαφθαρεῖεν, κεκμηκόσιν αὐτοῖς καὶ διψῶσιν ἀπὸ καμάτου προσφέρειν ἄρτον καὶ ποτὸν παρακελεύομαι. ταῦτα δὲ πρὸς ὑμᾶς φημι τοὺς τὴν Θεμὰν οὕτω καλουμένην χώραν οἰκοῦντας, οὓς πρέπει δεξιῶς ἀποδέχεσθαι καὶ φιλανθρωπεύεσθαι τοὺς φυγάδας, οἳ μηδὲ πόλιν ἔτι κατοικεῖν δυνάμενοι ἐν ὁδοῖς καὶ δρυμοῖς αὐλισθήσονται. διὸ μὴ παρίδητε οἰκτρῶς οὕτως λιμῷ διαφθειρομένους τοὺς διασωθέντας ἐκ τῆς τῶν πολεμίων μαχαίρας, οἳ μόγις ἐκ τοσούτου πλήθους δεδύνηνται διαφυγεῖν τῶν λοιπῶν ἀπολωλότων ἢ καὶ ἀποπλανηθέντων ἐν ἑτέροις ἀπῳκισμένοις τόποις. Ταῦτα δὲ ἐκφήνας προσέταξεν ὁ θεὸς οὐκ εἰς μακρὸν ἀποβησόμενα· οὐδὲ γὰρ ὅλος ἐνιαυτὸς παρελεύσεται, μεθ' ὃν ἡ πάλαι ἐπηρμένη καὶ τοῖς πᾶσιν ἐπίσημος καὶ διαφανὴς τῶν υἱῶν Κηδὰρ πόλις ἀφανισθήσεται, ἥ τε συνεστῶσα αὐτῶν νεολαία στρατιωτική τις οὖσα καὶ τοξοτῶν ἰσχυρῶν ἔμπλεως ἐκλείψει, ὡς εἰς ὀλίγον ἀριθμὸν ἀνδρῶν περιστῆναι αὐτούς. ταῦτα γὰρ ὥρισται καὶ κέκριται παρὰ τοῦ θεοῦ Ἰσραήλ, ὡς ἂν μάθοιεν οἱ δηλωθέντες μὴ καταφρονητικῶς ἐπεμβαίνειν τῷ αὐτοῦ λαῷ καὶ τέλος τῆς προφητείας τὸ εἰς ὀλίγους περιστῆναι τοὺς εἰρημένους. 1.81 «Ἐπειδὴ μή» «ἐστι προσωποληψία παρὰ τῷ θεῷ», τούτου χάριν ἐν τοῖς κατὰ τῶν ἀλλοφύλων ἐλέγχοις μέσος ἐμβέβληται καὶ ὁ περὶ τῆς Σιὼν λόγος· δι' οὗ καὶ τοὺς τῆς Ἰερουσαλὴμ οἰκήτορας ὥσπερ ἐν ἀλλοφύλοις κατατάττων ὁ θεός, καὶ τὴν κατ' αὐτῶν προφέρει ψῆφον. εἴρηται δὲ καὶ ἐν τῷ Ἀμὼς ἐκ προσώπου τοῦ θεοῦ πρὸς τὸν Ἰουδαίων λαόν· «οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστε ἐμοί; λέγει κύριος. οὐ τὸν Ἰσραὴλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας καὶ τοὺς Σύρους ἐκ βόθρου; ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς». τό γε μὴν προκείμενον ῥῆμα τῆς φάραγγος Σιὼν οὐ περὶ αὐτῆς τῆς Σιών, ἀλλὰ περὶ τῆς παρακειμένης αὐτῇ φάραγγος εἴρηται. διόπερ ἑξῆς προϊὼν ὁ λόγος φησί· καὶ ἔσονται αἱ ἐκλεκταὶ φάραγγές σου πλησθήσονται ἁρμάτων, οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας σου. οἶμαι δὲ διὰ τούτων τὸν θεὸν τὴν ἀποβολὴν τοῦ Ἰσραὴλ καὶ τὴν ἐσχάτην αὐτῶν ἀπόπτωσιν σημῆναι βουλόμενον ἐν τῷ τάγματι τῶν ἀλλοφύλων αὐτοὺς κατατάξαι μέσους παραληφθέντας τῆς τῶν ἀλλοφύλων γραφῆς, ἀλλὰ καὶ τὴν πτῶσιν τῆς Ἰερουσαλὴμ ἡγοῦμαι δηλοῦσθαι διὰ τοῦ φάραγγα Σιὼν ὀνομάζειν. καὶ ἄλλως δὲ μέμφεται ὁ θεὸς τοῦ Ἰουδαίων ἔθνους τοὺς ἀποπεσόντας τοῦ ὕψους τοῦ θεοσεβοῦς πολιτεύματος, ὥσπερ δὲ ἐν κοιλάσι καὶ ἐν φάραγξι τοῦ τῆς κακίας βυθοῦ καταπεπτωκότας. Σιὼν μὲν γὰρ «ὄρος» ἐστὶν «ὑψηλόν», ἐφ' ᾧ ὁ νεὼς τοῦ θεοῦ ᾠκοδόμητο· διὸ λέλεκται· «ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών», καί· «προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ». καὶ ὁ λόγος δὲ ὁ εὐαγγελικὸς διὰ τοῦ Σιὼν ὄρους σημαίνεσθαι διὰ τῶν ἔμπροσθεν ἀπεδείκνυτο. οἱ δὲ ταύτης ἐκπεσόντες τῆς ἐλπίδος ἐν φάραγγι προσπαρακειμένῃ τῇ Σιὼν πεπτώκασι· πάσῃ γὰρ ἀρετῇ κακία παράκειται, εἰς ἣν ἐκπίπτει ὁ τῆς ἀρετῆς ἐξολισθαίνων. οὕτω γοῦν καὶ οἱ τῆς πίστεως ἐξαμαρτάνοντες εἰς ἀπιστίαν περιτρέπονται. ὁ τοίνυν ἐκ περιτομῆς λαὸς τοῦ εὐαγγελικοῦ ὕψους ἐκπεσὼν καὶ «τῆς ἐπουρανίου Σιὼν» ἀπαλλοτριωθεὶς εἰς τὸν τῆς ἀπιστίας περιετράπη κρημνόν· διὸ καὶ ἐν ἀλλοφύλοις ἐλογίσθη παρὰ τῷ θεῷ. ὅθεν ἡ προφητεία τὴν ἐσχάτην αὐτῶν ἀποβολὴν αἰνιττομένη τὸ ῥῆμα τῆς φάραγγος Σιὼν ἀνέγραψεν. εἶτ' ἐπειδὴ «εἰκῆ φυσιοῦνται» ἐν βυθῷ κακίας ὑπάρχοντες, φησὶ πρὸς αὐτούς· Τί ἐγένετό σοι, ὅτι ἀνέβητε πάντες εἰς δώματα μάταια; Θεωρῶν δὲ τῷ πνεύματι ὁ προφήτης τὰς κατὰ τοῦ σωτῆρος βοὰς αὐτῶν καὶ τὰς ἀθέους κατ' αὐτοῦ δυσφημίας, δι' ἃς ἀπεβλήθησαν, ἐπιφέρει· ἐνεπλήσθη ἡ πόλις βοώντων, καὶ ἐπεὶ «ἔστιν ἁμαρτία πρὸς θάνατον», καθ' ἣν «ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται», τὸν τῆς ψυχῆς αὐτῶν θάνατον σημαίνων ἐπιλέγει· οἱ τραυματίαι σου οὐ τραυματίαι