1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

98

διαθήκης. δύο γὰρ ταῦτα τείχη τῆς τοῦ θεοῦ πόλεως, δηλαδὴ τῆς κατὰ θεὸν πολιτείας τυγχάνει, ὧν μέσον ἀλλότριον καὶ ξένον ὕδωρ ἑαυτοῖς οἱ κατηγορούμενοι ἐπενόησαν «τὰς τῶν πρεσβυτέρων παραδόσεις», ἐφ' αἷς καὶ μέγα φρονοῦσιν οἱ παρ' αὐτοῖς καλούμενοι δευτερωταί. καὶ ἄλλο δέ τι χείριστον τετολμήκασιν οἱ δηλούμενοι· τοὺς γὰρ οἴκους τοὺς τῆς πόλεως καθελόντες τοῖς τούτων λίθοις συνεχρήσαντο εἰς οἰκοδομὴν ἰδίου ἑαυτῶν τείχους. ἴδοις δ' ἂν αὐτοὺς εἰσέτι καὶ νῦν τοῦτο πράττοντας, ἐπειδὰν τὰ ῥήματα τῆς θείας γραφῆς ἀπολαμβάνοντες τὰς οἰκείας περιτειχίζουσι μυθολογίας, ὥσπερ τινὰ φραγμὸν καὶ ἀσφάλειαν καὶ τεῖχος τοῖς ἰδίοις περιβάλλοντες μύθοις. ὥσπερ γὰρ ξένον ποτὸν ἑαυτοῖς ἐπενόησαν, οὕτως καὶ τεῖχος ἴδιον περιέβαλον, λίθοις χρησάμενοι ταῖς τῶν θείων γραφῶν λέξεσι. καὶ ταῦτά φησιν ἐπράξατε μὴ ἀναβλέψαντες πρὸς τὸν θεὸν τὸν ἀπ' ἀρχῆς ποιήσαντα αὐτὴν καὶ τὸν πλάσαντα αὐτήν, λέγω δὲ τὴν παλαιὰν τῶν θεοπνεύστων γραφῶν κολυμβήθραν τὴν ἀπὸ πηγῶν τοῦ θείου πνεύματος προχεομένην. καὶ ὁ Σύμμαχος δὲ τὰ κατὰ τὸν τόπον τοῦτον ἡρμήνευσε τὸν τρόπον· καὶ ὑδρεύσασθε τὸ ὕδωρ τῆς κολυμβήθρας τῆς κατωτέρας καὶ τοὺς οἴκους Ἰερουσαλὴμ ἠριθμήσατε καὶ καθείλετε τοὺς οἴκους ὀχυρῶσαι τὸ τεῖχος. καὶ σύστημα ἐποιήσατε ἀνὰ μέσον τῶν τειχῶν καὶ τῆς κολυμβήθρας τῆς ἀρχαίας καὶ οὐκ ἀπεβλέψατε εἰς τὸν ποιήσαντα αὐτὴν καὶ τὸν πλάσαντα αὐτὴν ἐκ μακροῦ οὐκ εἴδετε. καὶ ὁ Θεοδοτίων δὲ οὕτως ἡρμήνευσε· καὶ συνηγάγετε τὸ ὕδωρ τῆς κολυμβήθρας τῆς κάτω καὶ τοὺς οἴκους Ἰερουσαλὴμ ἠριθμήσατε καὶ κατεσπάσατε τοὺς οἴκους εἰς ὀχυρώματα τοῦ τείχους. καὶ ὕδρευμα ἐποιήσατε ἀνὰ μέσον τῶν δύο τειχῶν τῷ ὕδατι τῆς κολυμβήθρας τῆς ἀρχαίας καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ποιήσαντα αὐτὴν καὶ τὸν πλάσαντα αὐτὴν πόρρωθεν οὐκ ἐνεβλέψατε. Τούτοις ἑξῆς εἴρηται· καὶ ἐκάλεσε κύριος σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ ζῶσιν σάκκων, αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα σφάζοντες μόσχους καὶ θύοντες πρόβατα ὥστε φαγεῖν κρέα καὶ πιεῖν οἶνον λέγοντες Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν. ὁ μὲν οὖν θεὸς ὡς ἐπὶ μεγάλοις τολμήμασι «μὴ βουλόμενος» «τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ», θρηνεῖν αὐτοὺς καὶ ἀποκλάεσθαι τὴν ἑαυτῶν ἀπώλειαν παρεκελεύετο, οἱ δ' ἐν τοιούτοις κακοῖς ἐξεταζόμενοι, ὡς ἂν ἀπεγνωκότες ἑαυτῶν τὴν σωτηρίαν εἰς ἀπόνοιαν ἐξώκειλαν, μέθῃ καὶ τρυφῇ ἑαυτοὺς ἐκδόντες ὡς οὐ διαδεξομένης αὐτοὺς θεοῦ κρίσεως μετὰ τὴν τοῦ θνητοῦ βίου τελευτήν. ἐντεῦθεν ὁ θεῖος Ἀπόστολος τῇ τούτων αὐτῶν συγχρησάμενος φωνῇ γράφει λέγων· «εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν». Ἀλλὰ ταῦτά φησι πάντα οὐκ ἔλαθε τὰ ὦτα κυρίου σαβαώθ. διὸ ὥσπερ δεσμῷ θεοῦ καταδεθείσης αὐτῶν τῆς ἁμαρτίας ἀπόφασις ἐξενήνεκται κατ' αὐτῶν φήσασα· καὶ οὐκ ἀφεθήσεται αὕτη ἡ ἁμαρτία ὑμῖν, ἕως ἂν ἀποθάνητε. ὅρα δὴ τὸ μέγεθος τῆς κατὰ τὴν ἀπόφασιν ἀπειλῆς καὶ ἐπίστησον ὡς οὐδαμοῦ διέβαλεν ἐν τούτοις τὸν λαὸν ἐπὶ εἰδωλολατρίᾳ, ἀλλ' «ὅτι εἰς δώματα ἀνέβησαν μάταια» καὶ ὅτι βοῶν ἐπλήρωσαν τὴν πόλιν καὶ ὕδωρ ἑαυτοῖς ξένον ἐπενόησαν «τὴν παλαιὰν κολυμβήθραν ἀποστραφέντες» καὶ πρὸς τούτοις, ὅτι «τεῖχος» ἑαυτοῖς συνεστήσαντο «τοὺς οἴκους τῆς πόλεως καθελόντες» καὶ ταῦτα πράττοντες ἀναισθήτως εἶχον τῆς ἑαυτῶν ἀπωλείας· ἀλλ' οὐχὶ καὶ ὁ προφήτης οὕτω διέκειτο ἀποθρηνῶν δὲ αὐτοὺς ἔλεγεν· «Ἄφετέ με πικρῶς κλαύσομαι»· τὸ δ' αἴτιον τοῦ πικροῦ κλαυθμοῦ τοῦτ' ἦν ἄρα τὸ ἐπὶ τέλει κατ' αὐτῶν ὁρισθὲν καὶ ἡ ἐκ θεοῦ ἐξενεχθεῖσα ἀπόφασις ἡ φήσασα· καὶ οὐκ ἀφεθήσεται ἡ ἁμαρτία αὕτη ὑμῖν, ἕως ἂν ἀποθάνητε. 1.82 Ἐπειδὴ Σομνᾶς καὶ Ἐλιακεὶμ οἱ διὰ τῆς μετὰ χεῖρας λέξεως δηλούμενοι σύγχρονοι γεγόνασιν Ἑζεκίᾳ τῷ βασιλεῖ, ὡς μαρτυρεῖ ἡ τῆς ἱστορίας γραφή, ἀλλὰ καὶ αὐτὸς ὁ μετὰ χεῖρας προφήτης