99
διδάσκων διὰ τῶν ἑξῆς ἐπιφερομένων ὡς ἐπιστάντος τοῦ Ἀσσυρίου τῇ πόλει καὶ «πρὸ τοῦ ὑδραγωγοῦ τῆς κολυμβήθρας τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ γναφέως ἑστῶτος ἐξῆλθον πρὸς αὐτὸν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος καὶ Σομνᾶς ὁ γραμματεύς», ἀκόλουθόν ἐστι τὰ προκείμενα ἐφαρμόσαι τῇ ἱστορίᾳ. ἔλεγε τοίνυν ὁ Ἑβραῖος ἀρχιερέα γεγονέναι τὸν Σομνᾶν τρυφητήν τινα καὶ τὸν βίον ἄσεμνον ἄνδρα· ὡς καὶ προδοῦναι τὸν λαὸν καὶ αὐτομολῆσαι πρὸς Σεναχηρεὶμ τὸν τῶν Ἀσσυρίων βασιλέα, πρὸς ὃν κελεύεται βαδίζειν ὁ προφήτης εἰς τὸ παστοφόριον, ἢ κατὰ τὸν Σύμμαχον· πρὸς τὸν σκηνοποιοῦντα, ἢ κατὰ τὸν Ἀκύλαν· πρὸς τὸν σκηνοῦντα· οὕτως γὰρ ἡρμήνευσαν οὗτοι τὸ παστοφόριον, εἰπεῖν τε αὐτῷ· Μάτην, ὦ οὗτος, καὶ περιττῶς ἐνθάδε σαυτῷ πρὸς τῇ πέτρᾳ τῇ ὑψηλῇ ἐλατόμησας μνημεῖον, κολάψας ἐν αὐτῷ γράμμασι τὰ τῆς σαυτοῦ μνήμης σύμβολα οὐκ εἰδώς, ὅτι ὅρος ἐξενήνεκται κατὰ σοῦ παρὰ κυρίου σαβαώθ, κελεύων καθαιρεθέντα σε τῆς τιμῆς, ἧς ἐπὶ τοῦ παρόντος μετέχεις, καὶ γυμνωθέντα τῆς περικειμένης σοι στολῆς, τοῦ στεφάνου καὶ τῆς ἄλλης δόξης, πορρωτάτω τῆς ἐνταυθοῖ γῆς, ἐπὶ ξένης τινὸς καὶ μακρὰν ἀπῳκισμένης χώρας ἀποθανεῖν. περιττῶς ἄρα ἐφιλοκάλεις τὸν πολὺν ἐκεῖνον συνάγων πλοῦτον καὶ τὰ ἅρματα καὶ τὸν λοιπὸν τῦφον, ὃν εἰσέτι καὶ νῦν περιβέβλησαι. πάντα γὰρ ταῦτα ἔσται εἰς καταπάτημα, ἐπειδὰν καθαιρεθείης καὶ ἀπόβλητος γένοιο τῆς ἀρχιερωσύνης, ἧς ἀνάξιος ἀπεφάνθης, κριτὴς δὲ ὢν δίκαιος ὁ θεὸς καὶ κατ' ἀξίαν ἑκάστῳ νέμων τὸ πρέπον. σοὶ μὲν ταῦτα ἐποίσει, τὸν δὲ ἕτερόν σου τὸν Ἐλιακεὶμ παῖδα καὶ δοῦλον ἀγαθὸν ἑαυτοῦ εἶναι δοκιμάσας, τὴν σὴν ἐνδύσει στολὴν καὶ τῷ στεφάνῳ τῆς ἀρχιερωσύνης τιμήσει ἐγχειρίσας αὐτῷ, ἣν τέως ἐπὶ τοῦ παρόντος σὺ πεπίστευσαι οἰκονομίαν· ἄξιος γὰρ ὁ ἀνὴρ τούτων. ἐπειδὴ καὶ προαχθεὶς ὑπὸ τοῦ θεοῦ, οὐκ ἔσται σοι ὅμοιος ὑπερήφανός τις καὶ ἀλαζών. χώραν δὲ πατρὸς ἐφέξει πρὸς πάντας τοὺς μέλλοντας ὑπ' αὐτοῦ διοικεῖσθαι· διόπερ ὡς ἠπίῳ καὶ πράῳ τὴν δόξαν ∆αυὶδ τοῦ βασιλέως τοῦ πραοτάτου καὶ δικαιοτάτου δώσει, ὥστε ἄρχειν τοῦ λαοῦ μετὰ πολλῆς ἐξουσίας, ὡς μηδένα ἀντιλέξειν τοῖς ὑπ' αὐτοῦ πραττομένοις. ἔσται δὲ ἐρριζωμένος καὶ ἐστηλωμένος καὶ βεβαίως ἱδρυμένος ἐπὶ τὴν αὐτοῦ λειτουργίαν, ὡς πάντα τὸν ἐν τῷ λαῷ ἔνδοξον μὴ ἀγωνιᾶν μηδ' ὑφορᾶσθαι φθόνον ἢ βασκανίαν ἐξ αὐτοῦ γενησομένην ποτέ, πεποιθέναι δὲ ἐπ' αὐτῷ ὡς ἐπὶ πατρί. πάντες γοῦν ἀθρόως ἀπὸ μικροῦ ἕως μεγάλου ἔσονται ἀνηρτημένοι αὐτῷ, θαρροῦντες αὐτοῦ τῇ περὶ πάντας κηδεμονίᾳ. καὶ ταῦτα μὲν ἔσται περὶ τοῦτον, τὰ δὲ προλεχθέντα γενήσεται τῷ Σομνᾷ· κινηθήσεται γὰρ καὶ μετασταθήσεται αὐτὸς οὗτος ὁ νῦν ἐστηριγμένος ἐν τόπῳ πιστῷ, ἐπεὶ μὴ ὀρθῶς μηδὲ πιστῶς διῴκησεν ἣν ἐπιστεύθη οἰκονομίαν, διὸ μεταχθήσεται καὶ ἀφαιρεθήσεται τῆς τιμῆς, καὶ πεσεῖται ἡ δόξα ἀπ' αὐτοῦ· καὶ ταῦτα περὶ αὐτὸν ἔσται, κρίναντος αὐτὸν ταῦτα παθεῖν τοῦ θεοῦ. σωφρονίζει δὲ διὰ τούτων καὶ ἡμᾶς ὁ λόγος παιδεύων, μὴ χαυνοῦσθαι ἐν ταῖς εὐπραγίαις μηδ' ἐπαίρεσθαι ἐν ταῖς ἀρχαῖς, ὡς καὶ τῆς κρίσεως ἀμνημονεῖν τοῦ θεοῦ. εἶτ' ἀκολούθως τῇ πρὸ ταύτης προφητείᾳ τῇ περὶ «τῆς φάραγγος Σιὼν» συνάψειέ τις τὰ προκείμενα καὶ τὸν καιρὸν τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν ἀνοίσει καὶ αὐτά· τὸν μὲν ἐκπίπτοντα τῆς ἱερωσύνης Σομνᾶν εἰκόνα λέγων εἶναι τῶν κατὰ τὸν Μωσέως νόμον σωματικῶς ἱερωμένων παρὰ Ἰουδαίοις, οὓς μετὰ τὸ πάθος τὸ σωτήριον πείσεσθαι τὰ προφητευόμενα παυομένους τῆς ἱερωσύνης θεσπίζει, τὸν δὲ Ἐλιακεὶμ θεοῦ ἀνάστασιν ἑρμηνευόμενον σύμβολον εἶναι τῆς νέας καὶ καινῆς ἱερωσύνης, ἣν ἡ τοῦ σωτῆρος ἡμῶν ἀνάστασις ἐν τῇ αὐτοῦ ἐκκλησίᾳ καθ' ὅλης τῆς οἰκουμένης συνεστήσατο. 1.83 Εἰ μὲν περὶ πραγμάτων πάλαι παρεληλυθότων καὶ τοῖς ἔργοις ἐκ μακροῦ τετελεσμένων μόνων διελάμβανον αἱ περὶ τῶν ἀλλοφύλων προφητεῖαι, περιττὸν ἦν αὐτὰς πολυπραγμονεῖν μηδὲν πρὸς ἡμᾶς περιεχούσας, νῦν δὲ πρὸς τῷ