100
λέγειν τὰ μέλλοντα συμβήσεσθαι τοῖς εἰρημένοις ἔθνεσι καθ' ἑκάστην προφητείαν ἰδιάζων φέρεται λόγος θεοσεβείᾳ προσήκων. ὃ δὴ καὶ θαυμάσαι ἐστίν, ὅπως ἐφ' ἑκάστου ἔθνους ἀφωρισμένως ἰδιάζοντά τινα θεσπίζεται καὶ ἐν τούτοις αὐτοῖς τὰ συντείνοντα εἰς τὸν θεοσεβῆ λόγον πάλιν ἰδίως ἐμφέρεται. αὐτίκα γοῦν ἡ μὲν περὶ Βαβυλῶνος ὅρασις δόγμα καθολικὸν ἀνεκίνει τὸ περὶ τῆς προσδοκωμένης «τοῦ θεοῦ δικαιοκρισίας» καὶ ὡς εἰς ἔσχατον ἐρημίας ἡ Βαβυλὼν ἥξει καθαιρεθείσης ὑπὸ Μήδων τῆς τῶν Ἀσσυρίων ἀρχῆς· οὐ μὴν ὅτι ἔσται θυσιαστήριον ἐν Βαβυλῶνι οὐδ' ὅτι θεοσεβεῖς οἱ ἐν αὐτῇ γενήσονται εἴρηται. ἡ δ' «ὅρασις Αἰγύπτου» οὐκ αὐτῆς ἐρημίας, ἀλλὰ τῆς παρ' αὐτοῖς εἰδωλολατρίας ἐδήλου, πλῆθός τε θεοσεβείας ἔσεσθαί φησι καὶ γνώσεως θεοῦ παρ' αὐτοῖς Αἰγυπτίοις. οὕτω καὶ «τῇ Μωὰβ» ἰδιάζοντά τινα προειπὼν τῶν παρ' αὐτοῖς βωμῶν ἀφανισμὸν ἐπάγει, ἐκκλησίας τε θεοῦ σύστασιν καὶ Χριστοῦ θρόνον ἱδρυθήσεσθαι παρ' αὐτοῖς θεσπίζει. ὡσαύτως καὶ ἐν τοῖς «περὶ ∆αμασκοῦ» πλεῖστα ὅσα ἐπενήνεκται περὶ ἐπιστροφῆς τῶν πάλαι τὸν θεὸν μὴ εἰδότων ὅσα τε ἄλλα διειλήφαμεν τὰ κατὰ τοὺς τόπους διερευνώμενοι καὶ ἐπὶ τοῦ παρόντος. τοιγαροῦν τὰ «περὶ Τύρου» λεγόμενα ἔχει μέν τινα ἰδιάζοντα περὶ τῶν ἐπελεύσεσθαι αὐτῇ μελλόντων, καὶ πάλαι πεπλήρωται κατὰ τοὺς τῶν Ἀσσυρίων χρόνους, ὑφ' ὧν πολιορκηθεῖσα πέπονθε τὰ ἐμφερόμενα τῇ προφητείᾳ. ὁ δ' ἐπὶ τέλει τῆς ὑποθέσεως λόγος φάσκων· «καὶ ἔσται ἡ ἐμπορία αὐτῆς καὶ ὁ μισθὸς ἅγιος τῷ κυρίῳ· οὐκ αὐτοῖς συναχθήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι κυρίου» τὸ κεφάλαιον τῆς προφητείας συντεῖνον εἰς ὑπόθεσιν θεοσεβείας παρίστησι. τὸ ῥῆμα τοίνυν τὸ περὶ Τύρου ἐν τοῖς πρώτοις σημαίνει τὴν ἐπελθοῦσαν τῇ πόλει πολιορκίαν, καθ' ὃν χρόνον ἐπιστὰς ὁ Ἀσσύριος μετὰ τῶν ἄλλων ἐθνῶν καὶ αὐτὴν εἷλε καὶ τὴν Σιδῶνα, ὡς καὶ ἐν ταῖς ἔξωθεν ἐμφέρεται ἱστορίαις. εὕρομεν γοῦν παρὰ τοῖς τὰ Ἀσσύρια γραφῇ παραδεδωκόσιν ὡς ἐπελθὼν ὁ τῶν Βαβυλωνίων βασιλεὺς αὐτὸς ἐκεῖνος ὁ τὰ Ἱεροσόλυμα πορθήσας οὐ μόνην τὴν Παλαιστίνην, ἀλλὰ καὶ τὴν Ἀραβίαν καὶ τὴν ∆αμασκὸν καὶ πᾶν τὸ Φοινίκων γένος ἐχειρώσατο. κρίνας γὰρ ὁ θεὸς τὸν χρηματίζοντα αὐτοῦ λαόν, λέγω δὲ τὸν Ἰσραήλ, πικροτέρας ἐπιστρεφείας πεῖραν λαβεῖν διὰ τῆς τῶν Ἀσσυρίων ἐπιθέσεως, οὐδὲ τὰ λοιπὰ παρῆλθεν ἔθνη ἀνεκδίκητα ὅσα ἦν ἐπαναστάντα τῷ Ἰσραὴλ κατὰ τὸν τῆς ἁλώσεως αὐτῶν χρόνον. τίνα δὲ ἦν ταῦτα «τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ οἱ Ἁγαρηνοί, Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλήκ, ἀλλοφυλοι μετὰ τῶν κατοικούντων Τύρον»; ὁρᾷς πῶς καὶ Τυρίων ἐμνήσθη ὡς καὶ αὐτῶν ἐπιθεμένων κατὰ τὸν τῆς πολιορκίας τοῦ λαοῦ χρόνον. εἰκότως οὖν ἡ προφητεία καὶ τὰ τῇ Τύρῳ ἐπελευσόμενα σημαίνει καὶ τὸν χρόνον δὲ τῆς ἐρημώσεως Τύρου τοσοῦτον ἔσεσθαί φησιν, ὅσος γέγονε καὶ ὁ τῆς ἐρημίας τῆς Ἰερουσαλήμ. λέγει γοῦν· «καὶ καταλειφθήσεται Τύρος ἑβδομήκοντα ἔτη ὡς χρόνος βασιλέως καὶ ὡς χρόνος ἀνθρώπου ἑνός». ἐν τῷ καιρῷ τοίνυν ἐκείνῳ, καθ' ὃν τὴν τοσαύτην ὑπέμεινεν ἐρημίαν ἡ Τυρίων πόλις, εἰκὸς ἦν αὐτοὺς μηκέτι μηδὲ τῇ συνήθει κεχρῆσθαι ἐμπορίᾳ ναυτικοὺς ὄντας καὶ πάντα πραγματείαις ταῖς διὰ θαλάσσης σχολάζοντας. διὸ λέλεκται· Ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται. διὰ τί δὲ Καρχηδόνος ἐν τούτοις μνήμην ἡ προφητεία πεποίηται, ἀλλ' ἐπειδήπερ ἦν τις Τυρίοις καὶ Καρχηδονίοις παλαιᾶς οἰκειότητος σχέσις, τῶν τὴν Ἀφρικὴν οἰκούντων ὑποδεξαμένους ποτὲ τοὺς Τυρίους οἱ καὶ πρῶτοι κτῖσται τῆς Καρχηδόνος γεγόνασιν. ἀφανισθείσης τοίνυν τῆς Τύρου οὐκέτ' ἦσαν οἱ τὰς ἐμπορίας ἐξ αὐτῆς κομίζοντες ἐπὶ Καρχηδόνα οὐδὲ οἱ ἀπὸ τῆς Καρχηδόνος εἰωθότες διαπλεῖν ἐπὶ τὴν Τύρον. διὸ εἴρηται· Ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιτιέων, ἢ ἐκ γῆς Χεττιεὶμ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. λέγεται δὲ ἡ Κύπρος οὕτω