101
δηλοῦσθαι καὶ Κίτιον εἶναι πόλιν ἐν αὐτῇ, δι' ἧς παρέπλεον οἱ ἀπὸ τῆς Τύρου ναυτιλλόμενοι. τὸ δ' αἴτιον τοῦ μηκέτι τὰς συνήθεις ἐμπορίας τῶν Τυρίων γίγνεσθαι ἑξῆς παρίστησι λέγων· ἦκται αἰχμάλωτος, δῆλον δ' ὅτι ἡ Τύρος. Ἀντὶ δὲ τοῦ· τίνι ὅμοιοι γεγόνασιν; ὁ μὲν Ἀκύλας σιωπήσατε, ὁ δὲ Σύμμαχος σιγήσατε οἱ κατοικοῦντες τὴν νῆσον εἰρήκασιν. ἦν γάρ τις καιρός, ἐν ᾧ ἐμεγαλαύχουν φρυαττόμενοι καὶ ἐπαιρόμενοι καὶ λόγοις ἀλαζονικοῖς χρώμενοι, ἀλλὰ σιωπᾶν αὐτοὺς ταπεινωθέντας ὁ λόγος παρακελεύεται. οἱ δ' αὐτοὶ ἦσάν ποτε μεταβόλοι Φοινίκης, πλοῦτον πολὺν σωρεύοντες ὡς ἀμήτῳ παραβάλλεσθαι αὐτῶν τὸ πλῆθος τῆς πραγματείας, νῦν δὲ πάντων ἀθρόως ἀφῃρημένους καὶ τῶν νομιζομένων αὐτοῖς ἀγαθῶν στερηθέντας, αἰσχύνην καταχέεσθαι προσήκει μὴ μόνους, ἀλλὰ καὶ τοὺς ἐκ γειτόνων αὐτοῖς οἰκοῦντας Σιδωνίους, μονονουχὶ καὶ τῆς θαλάσσης αὐτῆς φωνὴν ἀφιείσης καὶ ἀποθρηνούσης αὐτοὺς διὰ τὸ μηκέτ' ἔχειν οὓς θρέψειε νεανίσκους καὶ παρθένους. ὅτι τὸ παλαιὸν ὥσπερ θαλάσσης ὄντες γεννήματα ὑπ' αὐτῆς ἐτρέφοντο, ὅτε ἤνθει τὰ Τυρίων πράγματα, νῦν δ' ὅτε μηκέτι ἐστίν, εἰκότως ἀποκλάεται αὐτοὺς ἡ θάλασσα καὶ ἡ ἰσχὺς αὐτῶν ἀποθρηνεῖ ὡς ἐπὶ τέκνοις ἀπολωλόσιν ὀλοφυρομένη. ἀλλὰ καὶ ἡ Αἴγυπτος ἐκ γειτόνων φησὶ παρακειμένη ἐν ὀδύνῃ καταστήσεται φροντίζουσα καὶ ἀγωνιῶσα περὶ ἑαυτῆς, μή πη τὰ ὅμοια πάθοι τῇ Τύρῳ. ὧν οὕτω γενομένων, εἰ δύνασθέ φησιν οἱ μετὰ τοὺς ἀπολωλότας ὑπολειφθέντες ἐν τῇ Τύρῳ, διάβητε φεύγοντες ἐπὶ τοὺς ὑμετέρους ἀποίκους τοὺς τὴν Καρχηδόνα οἰκοῦντας. κἀκεῖσε ἀπομείναντες ἀποκλαύσασθε τὴν ἑαυτῶν πατρίδα καταμεμφόμενοι μὴ ἑτέρους ἐφ' οἷς πεπόνθατε, ἀλλὰ τὴν ὑμῶν αὐτῶν ὑπερηφανίαν καὶ τὴν ὕβριν, ᾗ πάντας ἀνθρώπους περιβάλλειν ἐπειρᾶσθε. Τὰ δὲ συμβεβηκότα ὑμῖν, ὦ Τύριοι, μὴ εἱμαρμένης ἐπιγράφετε ἀνάγκῃ, ἀλλὰ ζητήσατε παρ' ἑαυτοῖς, τίς ταῦτα ἐβουλεύσατο, τίς ἔκρινε ταῦτα παθεῖν τὴν ὑμετέραν πατρίδα· ζητοῦντες γὰρ εὑρήσετε θεοῦ δικαίᾳ κρίσει ταῦτα αὐτῇ συμβεβηκέναι· κύριος γὰρ σαβαὼθ ὁ παρὰ μόνοις Ἑβραίοις θεολογούμενος τοῦτον ἐξήνεγκε τὸν ὅρον, οὐ μόνης τῆς Τύρου τὴν ὕβριν καὶ τὴν ὑπερηφανίαν ταπεινῶν, ἀλλὰ καὶ τῶν λοιπῶν ἀθέων καὶ ἀσεβῶν ἐθνῶν. διὸ καὶ «τῇ Βαβυλῶνι» τὰ ὅμοια διὰ τῶν ἔμπροσθεν ἠπείλει καὶ «τῇ Μωὰβ» καὶ «τῇ ∆αμασκῷ» καὶ τοῖς λοιποῖς τοῖς προωνομασμένοις· «θεὸς» γάρ «ἐστιν ὑπερηφάνοις ἀντιτασσόμενος, ταπεινοῖς δὲ διδοὺς χάριν». Μηκέτι τοίνυν ἐπαίρου, ὦ αὕτη μεγαλαυχουμένη ἐπὶ τῷ ἐκ θαλάσσης ποριζομένῳ σοι πλούτῳ, ταπεινωθεῖσα δὲ περὶ τὴν σεαυτῆς ἀσχολοῦ γῆν γεωπονοῦσα καὶ ἐκ τῶν ἀπὸ γῆς καρπῶν τρεφομένη· πέπαυται γάρ σοι τὰ ἀπὸ θαλάττης κέρδη. καὶ γὰρ τούτων ἀπολαύουσα οὐκ ἔφερες σαυτῆς τὴν εὐδαιμονίαν, ἀλλ' ἐξύβριζες παροξύνουσα βασιλεῖς πάντας τοὺς πλησιοχώρους. πλὴν οὐκέτι σοι πράττειν ταῦτ' ἐξέσται οὔτε καθ' ἑτέρων οὔτε κατὰ τῆς πλησίον σου Σιδῶνος, ἣν καὶ αὐτὴν ἀδικεῖν ἐπεχείρεις. Ἀλλὰ καὶ εἰ ἀπέλθοις εἰς Κίτιον, τὴν ἀνωτέρω λεχθεῖσαν Κυπρίων πόλιν, ὡς πρὸς γνώριμον καὶ ἐκ παλαιοῦ συνήθη καὶ φίλην, οὐδ' ἐκεῖ ἀνάπαυσις ἔσται σοι τοῦ πανταχόθεν ἐλαύνοντος καὶ ἀποκλείοντός σε. εἰ δὲ καὶ εἰς τὴν Χαλδαίων γῆν αὐτομολῆσαι θελήσειας, ἴσθι ὅτι καὶ ἡ τούτων βασιλικὴ πόλις ἡ Βαβυλὼν ἔρημος ἔσται διὰ τοὺς οἰκήσαντας αὐτὴν ἀσεβεῖς καὶ ὑπερηφάνους ἄνδρας, ὅθεν καὶ ὁ τοῖχος αὐτῆς πέπτωκεν, λέγω δὲ ἡ δύναμις ἡ βασιλική, δι' ἧς τὸ παλαιὸν ὠχύρωτο. Ποίαν τοίνυν ἄλλην καταφυγὴν ἕξεις ἢ ὁπόθεν ἐλπίδα σωτηρίας σεαυτῇ ποριεῖς; διὸ θρηνεῖν εὔλογον τοὺς ἀποίκους τοὺς ὑμετέρους, λέγω δὲ τοὺς Καρχηδονίους, σὲ τὴν Τύρου ὀχύρωμα αὐτῶν ποτε γενομένην, τὰ δὲ προφητευόμενα κατὰ τῆς Τύρον πάντα ἐν ὀλίγοις ἔτεσιν συντελεσθήσεται, ἐν ὅσοις καὶ ἡ τῷ θεῷ ἀφιερωμένη πόλις Ἰερουσαλὴμ κατέστη ἔρημος. ἔκρινε γὰρ ὁ θεὸς ἀνθρώπου ἑνὸς ζωῆς χρόνον, λέγω δὲ ἑβδομήκοντα ἔτη,