1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

102

ἀνορίσαι τῇ μελλούσῃ διαλήψεσθαι ἐρημίᾳ τὴν Τύρον ἢ καὶ βασιλέως ἑνὸς πολυετοῦς ἀρχήν. Ἐν δὲ τούτοις τοῖς ἑβδομήκοντα ἔτεσιν ᾠδὴν καὶ ᾆσμα περὶ τῆς σῆς ἐρημίας ᾄσουσι πάντες ἄνθρωποι οἱ πάλαι σε ἀκριβῶς εἰδότες ὡς ἐπὶ γυναικὶ ἐκπεσούσῃ τῆς ἰδίας τιμῆς. καὶ σὺ δὲ αὐτὴ περίελθε τὸν χρόνον τῆς σῆς ἐρημίας ῥεμβομένη καὶ τόπον ἐκ τόπου μεθισταμένη καὶ εἰς τὰ λοιπὰ ἔθνη ἐκπορνεύουσα, ἅτε δὴ ἐπιλελησμένη ἐκ τοῦ θεοῦ. εἰ δὲ δύνασαι λαβοῦσα τὴν σεαυτῆς κιθάραν μηκέτι πορνικῶς, ἀλλ' ἐπιστημονικῶς χρήσασθαι τῷ σεαυτῷ ὀργάνῳ πολλὰ κιθάρισον καὶ πολλὰ ᾆσον δι' εὐχῶν καὶ ἱκετηρίων τῶν πρὸς τὸν θεόν. οὕτω γὰρ ἔσται σοῦ ποτε μνεία παρὰ τῷ θεῷ, εἰ τοῖς μέλεσι τοῦ σώματος καὶ τοῖς αἰσθητηρίοις αὐτοῖς εὖ ἡρμοσμένοις κιθάρας δίκην ἐπιστημόνως χρήσαιο σωφρόνως βιοῦσα καὶ θεῷ ἀρεσκόντως ᾄδουσα· οὕτω γάρ σου μνεία γενήσεται καταξιώσαντός σε τῆς ἑαυτοῦ μνήμης τοῦ θεοῦ. αὐτίκα γοῦν συμπερανθέντος τοῦ προλελεγμένου χρόνου ἐπισκοπῆς τῆς παρ' αὐτοῦ τεύξῃ καὶ αὖθις ἀποκατασταθήσῃ εἰς τὸ ἀρχαῖον, ὥστε πάλιν συστῆναι ἐν σοὶ ἐμπόριον καὶ τοὺς ἁπανταχόθεν συρρεῖν ἐπὶ σὲ σπεύδοντας καὶ τὰς ἑαυτῶν πραγματείας ἐπὶ σοὶ κομίζοντας. Ταῦτα καὶ τὰ ἐχόμενα τῆς αὐτῆς διανοίας περὶ τῆς καταλαβούσης τὴν Τύρον ἐρημίας, περί τε τῆς ἀνανεώσεως αὐτῆς, ἥτις εἰσέτι καὶ νῦν συνέστηκε, διελθὼν ὁ λόγος ἐπιφέρει· καὶ ἔσται ἡ ἐμπορία αὐτῆς καὶ ὁ μισθὸς ἅγιος τῷ κυρίῳ. τὸ δ' ἀκριβὲς ἐξετάζων τῆς ἀναγνώσεως ἐπέστησα τῇ τοῦ Ἀκύλου ἑρμηνείᾳ φησάσῃ· καὶ ἔσται ἐμπόριον αὐτῆς καὶ μίσθωμα ἡγιασμένον τῷ κυρίῳ. οὕτω δὲ ἀκριβῶς ἡ Ἑβραϊκὴ φωνὴ δίχα τῶν ἄρθρων ἐμπόριον καὶ μίσθωμα περιέχει, οὐ κατὰ τοὺς Ἑβδομήκοντα ἡ ἐμπορία καὶ ὁ μισθός, δι' οὗ δοκεῖ σημαίνεσθαι πᾶσα ἡ ἐμπορία καὶ πᾶς ὁ μισθός, ἀλλὰ κατὰ τὸν Ἀκύλαν ἐμπόριον αὐτῆς καὶ μίσθωμα ἡγιασμένον τῷ κυρίῳ· οὐ γὰρ πᾶν τὸ ἐμπόριον αὐτῆς οὐδὲ πᾶν τὸ μίσθωμα αὐτῆς, ἀλλὰ μέρος τι τοῦ ἐμπορίου καὶ μέρος τι τοῦ μισθοῦ ἔσται ἡγιασμένον τῷ κυρίῳ. ὃ δὴ καὶ πληροῦται καθ' ἡμᾶς αὐτούς· τῆς γὰρ ἐκκλησίας τοῦ θεοῦ ἱδρυμένης ἐν τῇ Τυρίων πόλει, ὥσπερ οὖν καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι πολλὰ τῶν ἐν αὐτῇ μισθωμάτων, τῶν τε ἐκ πραγματείας ποριζομένων ἁγιάζεται τῷ κυρίῳ προσφερόμενα τῇ ἐκκλησίᾳ αὐτοῦ· ἅπερ οἱ κομίζοντες προσφέρουσι σὺν εὐλαβείᾳ, οὐχ ἑαυτοῖς οὐδ' ἵνα αὐτοὶ χρήσωνται τοῖς τῷ θεῷ προσφερομένοις δώροις, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι κυρίου, δηλαδὴ τοῖς παρέδροις τοῦ θυσιαστηρίου· «οὕτω γὰρ ὁ κύριος διετάξατο τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν», καί· «οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται». τούτοις οὖν αὐτοῖς ὡς ἂν ἱερεῦσι τοῦ θεοῦ τοῖς κατοικοῦσιν ἔναντι κυρίου τὰς ἀπαρχὰς προσφέροντες οἱ δηλωθέντες ἔργῳ πληροῦσι τὴν φάσκουσαν προφητείαν· καὶ ἔσται ἐμπόριον αὐτῆς καὶ μίσθωμα αὐτῆς ἡγιασμένον τῷ κυρίῳ καὶ οὐκ αὐτοῖς συναχθήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι κυρίου. μετέχει δὲ θαύματος ὁ λόγος, εἰ Τύριοι οἱ εἰδωλολάτραι καὶ πάντοτε τοῦ Ἰσραὴλ ἐχθροὶ ἤμελλον δῶρα καὶ ἀπαρχὰς τῆς ἐμπορίας αὐτῶν τῷ θεῷ τοῦ Ἰσραὴλ προσφέρειν, μεῖζον δὲ τοῦ λόγου τὸ ἀποτέλεσμα τυγχάνει ἔργοις αὐτοῖς καθ' ὑμᾶς πληρούμενον. τούτοις ἑξῆς εἴρηται· πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι εἰς πλησμονὴν μνημόσυνον ἔναντι κυρίου. ἃ δὴ καὶ ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν εἰπών· τοῖς γὰρ κατοικοῦσιν ἐνώπιον κυρίου ἔσται ἡ ἐμπορία αὐτῆς φαγεῖν εἰς πλησμονὴν καὶ περιβαλέσθαι εἰς τὸ παλαιῶσαι, οἷς ἀκολούθως καὶ τὴν παρὰ τοῖς Ἑβδομήκοντα διάνοιαν ἐφαρμόσομεν· τοῖς γὰρ κατοικοῦσιν ἔναντι κυρίου ἔσται τὰ ἀπὸ τῆς ἐμπορίας αὐτῆς ὥστε φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι εἰς συμβολὴν καὶ εἰς μνημόσυνον ἔναντι κυρίου. εἰ μὲν οὖν εἴη προσκείμενον κατὰ τοὺς Ἑβδομήκοντα τό· πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν, ἄλλως ἂν ἀποδοθείη ὁ λόγος, ἐπεὶ δ' οὔτε ἡ