103
Ἑβραϊκὴ ἀνάγνωσις οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ τὸ πᾶσα ἡ ἐμπορία αὐτῆς εἰρήκασι, μέρος δέ τι τῆς ἐμπορίας αὐτῆς καὶ τοῦ μισθοῦ τοῖς κατοικοῦσιν ἔναντι κυρίου ὑπὸ τῶν πιστῶν τῶν τὴν Τύρον οἰκούντων προσφέρεσθαι δεδηλώκασιν. ἔργῳ δείκνυται τὸ συμπέρασμα τοῦ θεσπίσματος πεπληρωμένον κατὰ ἀποδοθέντα λόγον. τίς δὲ τούτοις ἐντυγχάνων οὐκ ἀποθαυμάσει τὴν πρὸ τοσούτων χρόνων γενομένην πρόρρησιν, ἣ τοὺς εἰδωλολάτρας καὶ ἐκτόπως περὶ τὴν πολύθεον πλάνην ἐπτοημένους, Ἰουδαίων τε ὄντας ἐχθροὺς καὶ πολεμίους πάντοτε εἰς τοσοῦτον ἥξειν μεταβολῆς φησιν, ὡς τὸν παρὰ Ἰουδαίοις τιμώμενον θεὸν γνώσεσθαι καὶ δῶρα αὐτῷ προσάξειν, ἃ δὴ καὶ ταῦτα διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χάριτος ἔργοις ἀποτελεσθέντα δείκνυται. ἐν τούτοις περιγραφὴν ἔχουσιν αἱ περὶ τῶν ἀλλοφύλων ἐθνῶν προφητεῖαι, τὰ δ' ἑξῆς ἑτέρας ἅπτεται ὑποθέσεως. 1.84 Ἀρχόμενος ὁ προφήτης τὰ «κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἰερουσαλὴμ» ἑώρα προϊὼν δὲ μετὰ πολλὰ τὰ μεταξὺ λελεγμένα τὰ «περὶ τῶν ἀλλοφύλων», διεξῆλθεν εἶτα μερικὴν μνήμην ποιησάμενος τῶν κατηριθμημένων ἐθνῶν, ἀκολούθως διὰ τῶν προκειμένων καθολικὴν ἐκτίθεται προφητείαν περὶ πάσης θεσπίζων τῆς οἰκουμένης· ἐπειδὴ γὰρ «τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς». εἰκότως ὡς ἂν εἰ πάντων ἀνθρώπων κηδόμενος διαστέλλεται τῇ οἰκουμένῃ τὰ περὶ τῆς μελλούσης ἅπαντας ἀνθρώπους διαλήψεσθαι τοῦ θεοῦ κρίσεως, «ἐν ἡμέρᾳ ὅτε κρίνει ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων». ὅτι δὲ τὰ προκείμενα καθολικὴν ποιεῖται διδασκαλίαν γνῴης ἂν ἐπιτηρήσας, ὡς οὔτε τῆς Ἰουδαίας οὔτε τῆς Σαμαρείας, ἀλλ' οὐδὲ Τύρου ἢ ∆αμασκοῦ ἢ Βαβυλῶνος ἢ ἄλλου τινὸς ἔθνους, σαφῶς δὲ ὁ λόγος περὶ τῆς συντελείας τοῦ βίου καὶ τῆς μετὰ ταῦτα ἐπιστησομένης κρίσεως διαλαμβάνει, ὡς ἂν πάντες ἄνθρωποι διδαχθεῖεν τὰ τοὺς ἀσεβεῖς διαδεξόμενα μετὰ τὸν ἐνεστῶτα βίον καὶ τὰ τοῖς θεοσεβέσιν ἐν ἀγαθοῖς τεταμιευμένα. ἀρχὴν δὲ ποιεῖται ἀπὸ τῶν σκυθρωποτέρων, ἵν' ἐπὶ τὰ χρηστότερα καταλήξῃ. διό φησιν· Ἰδοὺ κύριος καταφθείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτήν· κρινομένων γὰρ τῶν ἐπὶ τῆς γῆς καὶ μετατιθεμένων εἰς ἕτερά τινα τοῦ σύμπαντος κόσμου χωρία, ἀκόλουθον ἦν τὸ πάλαι τῶν ἀνθρώπων οἰκητήριον ἔρημον καταλειφθῆναι διὰ τὸ μηκέτ' ὑπάρχειν τοὺς ἐνοικοῦντας ἐν αὐτῷ. καὶ τὸ πρόσωπον δὲ τῆς γῆς φησι, τοῦτ' ἔστι τὴν ἐπιφάνειαν αὐτῆς, ἀνακαλύψει, ὅπως οἱ ἐν αὐτῇ κεκαλυμμένοι εἰς φῶς προέλθοιεν σημαίνοντος τοῦ λόγου τὸν τῆς τῶν νεκρῶν ἀναστάσεως τρόπον. καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ, ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Θεοδοτίωνα διασκορπίσει, ἄλλον ἀλλαχοῦ κατὰ τὴν ἀναλογίαν τῶν ἑκάστου πράξεων· «πολλαὶ» γὰρ «μοναὶ παρὰ τῷ πατρί», μέγας τε καὶ πολὺς ὁ τοῦ θεοῦ κόσμος, ὡς δύνασθαι πάσας ὑποδέχεσθαι καὶ τὰς ἐξ αἰῶνος ἐν τῇ γῇ πεπολιτευμένας ψυχάς, τῶν μὲν ἀσεβῶν τὸν ᾅδην καὶ τὰ ὑπὸ γῆν οἰκητήρια, σκοτείους τε καὶ ἀοράτους μυχοὺς κληρωσαμένων κατὰ τό· «εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται», τῶν δὲ εὐσεβῶν «ἁρπαγησομένων» «ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα καὶ οὕτως πάντοτε σὺν κυρίῳ» «γενησομένων». ἐπειδὰν δὲ ἀνακαλυφθῇ τὰ ἐγκεκρυμμένα ἐν τῇ γῇ σώματα, «παραστήσονται» οἱ κρινόμενοι «πρὸ τοῦ βήματος» τοῦ μεγάλου κριτοῦ ἐξ ἴσου «πάντες», ὡς μηδὲν διαφέρειν τοὺς ἐν τῷ θνητῷ βίῳ ποτὲ δόξαντας πλεῖόν τι ἐσχηκέναι ἤτοι ἐπ' ἀξιώματι ἢ γένει ἢ πλούτῳ τῶν ὑποδεεστέρων· «πάντες γὰρ» ἐξ ἴσου τότε «παραστήσονται τῷ βήματι τοῦ Χριστοῦ». ὁμοίως ἱερεὺς καὶ τῷ ἱερεῖ παραπλησίως ὁ λαός, καὶ οἱ ὅμοιοι πάντες· «ἐπεὶ μή» «ἐστι προσωποληψία παρὰ τῷ θεῷ». διὸ εἴρηται καὶ παρὰ τῷ Ἰώβ· «μικρὸς καὶ μέγας ἐκεῖ ἐστι καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ». καὶ πάλιν ὁμοίως ὁ δοῦλος καὶ ὁ δεσπότης καὶ ἡ ποτὲ δὲ θεράπαινα