104
τῇ νομισθείσῃ ἑαυτῆς κυρίᾳ ἐξ ἴσου στήσεται. ἀλλὰ καὶ ὁ διὰ πλείονα περιουσίαν πωλῶν καὶ ἀγοράζων, ὅ τε διὰ πλοῦτον δανείζων τοῖς δεομένοις ὅμοιος ἔσται τῷ διὰ πενίαν δανιζομένῳ καὶ δι' ἔνδειαν ὠνουμένῳ. Ἑξῆς τοῖς εἰρημένοις συνῆπται τό· φθορᾷ φθαρήσεται ἡ γῆ, καὶ προνομῇ προνομευθήσεται ἡ γῆ· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα· φωνῆς γὰρ ἀποφαντικῆς θεοῦ διὰ τοῦ προφήτου προενεχθείσης ταῦτα ἔσται τοῖς τὴν χείρονα λῆξιν εἰληχόσιν, οὓς διὰ τὸ γεῶδες φρόνημα γῆν ὀνομάζει. ὥσπερ γάρ ποτε ἐλέχθη τῷ Ἀδάμ· «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ», οὕτω καὶ τοῖς κατὰ τὸν καιρὸν τῆς τοῦ θεοῦ κρίσεως φιληδόνοις καὶ φιλοσωμάτοις καὶ διὰ τοῦτο γηΐνοις καὶ σαρκίνοις εὑρεθησομένοις ἡ διαφθορᾶς ἠπείληται τιμωρία. διαλήψονται δ' αὐτοὺς καὶ ἄλλαι τινὲς ὥσπερ δήμιοι δίκας εἰσπραττόμενοι, ὧν τετολμήκασιν ἑαυτοὺς μὲν φθορᾷ παραδόντες, τὴν δ' εἰκόνα τοῦ θεοῦ τὴν ἐν αὐτοῖς καθυβρίσαντες. τίνες δ' οὗτοι ἢ πάντως τιμωροὶ καὶ κολαστικοί τινες δαίμονες, οἳ προνομὴν ποιήσονται διαρπάζοντες αὐτῶν τὰς ψυχάς, ὅτε καὶ πενθήσουσιν ἑαυτὰς αἱ πένθους ἄξια διαπραξάμεναι. διὸ καὶ εἴρηται· ἐπένθησεν ἡ γῆ, καὶ ἐφθάρη ἡ οἰκουμένη. τίς δ' ἔστιν ἡ πενθοῦσα γῆ καὶ φθαρεῖσα οἰκουμένη, διασαφεῖ ἐπιφέρων· ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς· μάλιστα γὰρ τούτους ἡ ὀργὴ τοῦ θεοῦ μετελεύσεται, ἐπεὶ «ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν». Ἀντὶ δὲ τοῦ· ἡ δὲ γῆ ἠνόμησε διὰ τοὺς κατοικοῦντας αὐτήν, ὁ Σύμμαχος· ἡ δὲ γῆ φησιν ἐφονοκτονήθη ὑπὸ τῶν κατοικούντων αὐτήν· οὗτοι γὰρ οἱ προλεχθέντες ὑψηλοὶ τῆς γῆς ἐφονοκτόνησαν αὐτὴν φονῶντες καὶ αἱμάτων αὐτὴν πληρώσαντες. ταῦτα δὲ πέπονθεν ἡ γῆ διὰ τοὺς κατοικοῦντας αὐτήν, διότι παρέβησαν τὸν νόμον καὶ ἤλλαξαν τὸ πρόσταγμα, διεσκέδασαν διαθήκην αἰώνιον· πάντες γὰρ ἄνθρωποι οἱ ἐξ αἰῶνος τὴν οἰκουμένην οἰκήσαντες, «Ἕλληνες ὁμοῦ καὶ βάρβαροι», τὸν φυσικὸν νόμον παρειληφότες καὶ τὰ προστάγματα τοῦ θεοῦ ταῖς αὐτῶν ψυχαῖς ἔχοντες «γεγραμμένα», τήν τε διαθήκην τὴν ἐξ αἰῶνος ἐν ταῖς κοιναῖς ἐννοίαις ὑποδεδεγμένοι, καὶ ἔπειτα ἑαυτοὺς τοῖς παρὰ φύσιν ἁμαρτήμασιν ἐκδεδωκότες, «παραβάται» τοῦ φυσικοῦ γεγόνασι νόμου. διὸ δὴ εὐλόγως παραστήσονται τῷ θείῳ δικαστηρίῳ κριθησόμενοι καὶ λόγον ὑφέξοντες τῆς ἑαυτῶν παραβάσεως. Καὶ διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν. ὥσπερ δὲ ἐν ἀρχῇ τῆς κοσμοποιΐας μήπω ἁμαρτίας ὑποστάσης «εὐλόγησεν ὁ θεὸς τὸν ἄνθρωπον», οὕτως «ἐπὶ συντελείᾳ τοῦ αἰῶνος» ἀρά φησιν ἔδεται τὴν γῆν, κατὰ δὲ τὸν Σύμμαχον· διὰ ταύτην τὴν ἀρὰν ἐπένθησεν ἡ γῆ· διὰ γὰρ τὴν ἀρὰν τὴν τοῖς ἀνθρώποις ἐπελθοῦσαν ὥσπερ μήτηρ αὐτῶν ποτε γενομένη ἡ γεννήσασα καὶ ἀναθρεψαμένη αὐτοὺς γῆ πένθος ἐπ' αὐτοῖς ἀναλήψεται. καὶ πάλιν ἀντὶ τοῦ· διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ, ὁ Σύμμαχος διὰ τοῦτο ἐκτρυχωθήσονται εἴρηκεν. πάντων δὲ τῶν ἐπὶ γῆς ταῦτα πεισομένων ὀλίγοι τινὲς καταλειφθήσονται οἱ «τὴν εἰκόνα τοῦ ἐπουρανίου» ἐν ταῖς ἑαυτῶν ψυχαῖς διασώσαντες. Ἀντὶ δὲ τοῦ· πενθήσει οἶνος, ὁ Ἀκύλας ἐπένθησεν ὀπωρισμὸς ἐξέδωκε σημαίνων διὰ τοῦ παραδείγματος τῆς ὀπώρας τὸ πρόσκαιρον τοῦ τῶν σωμάτων ὡραϊσμοῦ καὶ τὸ βραχὺ καὶ εὐδιάφορον τῆς τῶν ἀνθρώπων τρυφῆς. τότε δὲ καὶ πάντας στενάξειν φησὶ τοὺς ἐν τῷ παρόντι βίῳ «τὴν πλατεῖαν καὶ εὐρύχωρον» ὡδευκότας, «οἰνοφλυγίαις τε καὶ ἀσωτίαις» τὴν ἑαυτῶν κατατρίψαντας ζωήν· οἱ καὶ μηκέτ' ἔχοντες τὴν τῶν ἡδονῶν ἀπόλαυσιν, ἀλλὰ καὶ ἐλεγχόμενοι ἐφ' αἷς ἔπραξαν αἰσχραῖς καὶ «ἀθεμίτοις» πράξεσιν αἰσχύνην καταχεοῦνται. διὸ λέλεκταί που· «πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἀναστήσονται, οἱ μὲν εἰς ζωὴν αἰώνιον, οἱ δὲ εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον». ἀλλὰ καὶ ὁ νῦν ἡδὺς οἶνος καὶ τὸ καλούμενον σίκερα, ὅπερ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς μέθυσμα ὠνόμασται, κατ' ἐκεῖνο καιροῦ πικρὸν αὐτοῖς