1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

105

ἔσται. τότε δὲ καὶ πᾶσα πόλις κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν· οὐκέτι γὰρ ἔσονται πολιτεῖαι ὁποῖαι νῦν, ἐν αἷς οἱ ἀσεβεῖς τὰ ἑαυτῶν πράττουσι καταθύμια. πολλάκις δὲ ὁ λόγος οἴνου μνημονεύσας τὴν τῶν ἀνθρώπων τρυφὴν ᾐνίξατο ἢ τὸ τῆς κακίας μέθυσμα καὶ τὸν τῆς ψυχῆς κάρον παρατρέποντα τὴν διάνοιαν τῶν ὀρθῶν καὶ κατὰ φύσιν λογισμῶν· οὗ μεθύσματος ὥσπερ διανήψαντες οἱ τότε κολαζόμενοι φωνὰς ἀφήσουσι καὶ βοὰς πενθικάς. διὸ ἐπιλέγεται· ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῇ· πέπαυται πᾶσα εὐφροσύνη. Ἀλλὰ γὰρ μετὰ τὰ προλεχθέντα ἐπιλέγει ἡ προφητεία· ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν, σαφῶς διδάσκουσα περὶ τῆς καθολικῆς κρίσεως εἰρῆσθαι τὰ λελεγμένα. οἷς ἐπιφέρει· ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς, ὡς μηδένα περιλειφθῆναι τῶν ἀσεβῶν, ἀλλὰ καὶ μέχρις ἑνὸς τὴν κρίσιν τοῦ θεοῦ μετελθεῖν. ἀντὶ δὲ τοῦ· καὶ ἐὰν παύσηται ὁ τρύγητος, οὗτοι φωνῇ βοήσονται, διαστολῇ χρησάμενος ὁ Σύμμαχος δύο κατὰ τὸ αὐτὸ παρέστησε διανοίας εἰπών· ὡς ἐπιφυλλίδες, ἐὰν συντελεσθῇ τρύγητος. εἶτα μέχρι τούτου στήσας τὴν διάνοιαν ἐξ ἑτέρας ἀρχῆς ἐπιφέρει λέγων· οὗτοι ἐπαροῦσι φωνὴν αὐτῶν. τὸ μὲν οὖν πρῶτον τῇ τῶν προτέρων ἀποδέδοται διανοίᾳ· ὡς γὰρ οἱ τὸν τῆς ἐλαίας καρπὸν ἀναλεγόμενοι καλάμοις εἰώθασι διακρούειν καὶ καταπάλλειν μέχρι καὶ μιᾶς εἴ που περιλειφθείη, καὶ ὡς μετὰ τὸν τρύγητον ἐπανιόντες τινὲς ἀναλέγονται ῥῶγάς τινας βραχεῖς ἢ βότρυς τοὺς περιλειφθέντας, τὸν αὐτὸν τρόπον καὶ τοὺς ἀσεβεῖς ἀναλέξονται μέχρις ἑνὸς ὡς μηδένα διαφυγεῖν τὴν τοῦ θεοῦ κρίσιν. ἀλλ' ἐκεῖνοι μὲν ταῦτα πείσονται, οὗτοι δ' ἐπαροῦσι φωνὴν αὐτῶν· τίνες δ' οὗτοι ἀλλ' ἢ οἱ τοῦ κρείττονος τάγματος; εἶεν δ' ἂν οὗτοι οἱ τῆς παρὰ τῷ θεῷ μακαριότητος ἠξιωμένοι. διὸ ἐπιλέγει ἑξῆς ὁ Σύμμαχος· οὗτοι δὲ ἐπαροῦσι φωνὴν αὐτῶν, ἀγαλλιάσονται ἐν τῷ ἐνδοξασθῆναι κύριον, κατὰ δὲ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν οἱ μὲν τῇ κολάσει παραδοθησόμενοι τρύγητον ἔσχατον παθόντες καὶ μέχρις ἑνὸς ἀναλεχθέντες φωνὰς ἀποδώσουσι βοῶντες ἐν τῷ κολάζεσθαι, οἱ δὲ τῆς μερίδος γενόμενοι τοῦ θεοῦ εὐφρανθήσονται ἅμα τῇ δόξῃ κυρίου. τότε γὰρ αὐτὸς ὁ κύριος ἐλεύσεται «ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ», «μετὰ δυνάμεως καὶ δόξης πολλῆς». ἐπὶ ταύτῃ τοίνυν τῇ δόξῃ τοῦ ἑαυτῶν κυρίου εὐφρανθήσονται οἱ πάλαι εἰς αὐτὸν ἠλπικότες. ἀντὶ δὲ τοῦ· ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης, ἤχησαν ὕδατα θαλάσσης ὁ Θεοδοτίων ἡρμήνευσε σημαίνων τὸ μέγεθος τῆς βοῆς, ᾗ χρήσονται οἱ δοξάζοντες τὸν ἑαυτῶν κύριον· ἤχῳ γὰρ θαλάσσης παραβληθήσεται αὐτῶν ἡ φωνή. Καὶ ἡ δόξα κυρίου ἐν ταῖς νήσοις ἔσται ταῖς ἐκκλησίαις, δηλαδὴ ταῖς πάλαι μεταξὺ τῶν ἀπίστων ἐθνῶν, ὥσπερ ἐν μέσῳ θαλάσσης ἀπειλημμέναις, ἐφ' ἃς ἡ δόξα κυρίου ἐπιλάμψεται τότε. ἐπὶ τούτοις ὁ λόγος ἀνυμνεῖ καὶ ἀναφημεῖ τὸν θεὸν τὸν τὴν δόξαν ἑαυτοῦ ταῖς νήσοις δωρησάμενον. διό φησι· Κύριε ὁ θεὸς Ἰσραήλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν Ἐλπὶς τῷ εὐσεβεῖ. κατὰ δὲ τὸν Σύμμαχον καὶ τὸν Θεοδοτίωνα· ἀπὸ τῶν πτερύγων τῆς γῆς ψαλμοὺς ἠκούσαμεν, κατὰ δὲ τὸν Ἀκύλαν· μελῳδίας· οἱ γὰρ τῆς μερίδος τοῦ θεοῦ τὴν δικαίαν αὐτοῦ κρίσιν ἀποθαυμάζοντες εὐφραίνονται ἅμα τῇ δόξῃ τοῦ κυρίου καὶ εὐφραινόμενοι ὕμνους αὐτῷ καὶ ψαλμῳδίας εὐχαριστηρίους ἀναπέμπουσιν. ὃ δὴ καὶ ἀποθαυμάζει ὁ προφήτης, εἰ ἀπὸ τῶν περάτων τῆς γῆς καὶ αἱ νῆσοι αἱ τῆς δόξης κυρίου καταξιωθεῖσαι ὕμνους αὐτῷ καὶ ψαλμοὺς ᾄδουσι. σφόδρα ἀκολούθως μνημονευσάντων νήσων, λέγω δὲ τῶν ἐκκλησιῶν καὶ τῶν ἐν αὐταῖς ἐπιτελουμένων, κατὰ καιρὸν ἐμνημόνευσεν εἰπών· ψαλμοὺς ἠκούσαμεν. εἰ δὲ λέγοιτο· τέρατα ἠκούσαμεν ὡς ἐπὶ παραδόξοις τερασίοις τοῦτό φησι· τὸ γὰρ ἀλλόφυλα καὶ ἀλλογενῆ καὶ βάρβαρα ἔθνη τὰ διήκοντα μέχρι τῶν περάτων τῆς γῆς ψαλμοὺς ᾄδειν καὶ τὸν τῶν προφητῶν θεὸν ὑμνεῖν τοὺς πατρῴους θεοὺς