1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

106

ἀποστραφέντα, μέγα τι ἦν καὶ τεράστιον θαῦμα. εἶτ' ἐπιλέγει· Ἐλπὶς τῷ εὐσεβεῖ· ἐπειδὴ γὰρ διῆλθε τὰ τοῖς ἀσεβέσιν ἠπειλημένα, εἶθ' ἑξῆς περὶ τῆς μερίδος τοῦ θεοῦ ἐπήγαγεν, ὡς εὐφρανθήσονται ἅμα τῇ δόξῃ κυρίου καὶ ἡ δόξα κυρίου ἐν ταῖς νήσοις ἔσται. ὡς δὴ «τὴν δικαιοκρισίαν τοῦ θεοῦ» παραστήσας ἀκολούθως ἐπήγαγε τό· Ἐλπὶς τῷ εὐσεβεῖ· παντὶ γὰρ δικαίῳ καὶ εὐσεβεῖ ἀνδρὶ ἐλπὶς ἀγαθὴ σωτηρίας ἀπόκειται, κἂν ἀλλόφυλος εἶναι δοκῇ κἂν ἀλλότριος τοῦ σπέρματος Ἀβραάμ. ἐπὶ τούτοις κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ εἶπε· τὸ μυστήριόν μου ἐμοί, τὸ μυστήριόν μου ἐμοί· τῶν γὰρ προφητῶν δοξασάντων τὸν θεὸν ἐπὶ τῷ λεχθέντι παραδόξῳ καὶ τῆς τῶν εὐσεβῶν ἐλπίδος μνημονευσάντων, μὴ εἰρηκότων δέ, τίνα καὶ ὁποῖα ἦν τὰ ἐλπιζόμενα, ποθούντων δὲ μαθεῖν καὶ γνῶναι, «ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν», σιωπᾶν αὐτοὺς ὁ θεὸς παρακελεύεται λέγων· τὸ μυστήριόν μου ἐμοί, τὸ μυστήριόν μου ἐμοί· οὐ γὰρ νῦν φησι καιρὸς ἐκφαίνειν· «ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασα τοῖς ἀγαπῶσί με». ταῦτα δὲ ὁ προφήτης ἁγίῳ πνεύματι συνιδὼν ἀποκλάεται τοὺς ἀσεβεῖς διὰ τὸ συνορᾶν αὐτῶν τὴν ἀπώλειαν, καὶ ὥσπερ ἐδόξασε τὸν θεὸν ἐπὶ τῇ τῶν εὐσεβῶν ἐλπίδι, οὕτω τοὺς ἀπολλυμένους δι' ὑπερβολὴν φιλανθρωπίας ἀποθρηνεῖ ἐπιφέρων ἑξῆς· Οὐαὶ τοῖς ἀθετοῦσιν, οἱ ἀθετοῦντες καὶ ἀθεσίαν ἀθετούντων τὸν νόμον. ἀντὶ δὲ τοῦ· Οὐαὶ τοῖς ἀθετοῦσι, κατὰ μὲν τὸν Ἀκύλαν εἴρηται· ὠΐ μοι ἀθετοῦντες ἠθέτησαν, κατὰ δὲ τὸν Σύμμαχον· οἴμοι ἀθετοῦντες ἠθέτησαν. ὁρᾷς ὅπως συνέπασχον τοῖς ἀπολλυμένοις καὶ ὑπερήλγουν αὐτῶν οἱ τοῦ θεοῦ ἄνθρωποι διὰ φιλανθρωπίαν, ὡς εἰς ἑαυτοὺς ἀναστρέφειν τὸν ταλανισμὸν καὶ λέγειν· ὠΐ μοι, ἐφ' οἷς ἠθέτησαν οἱ παραβάται. Εἶθ' ἑξῆς ἐπάγει τὴν κατ' αὐτῶν ἀπειλὴν φάσκων· φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ' ὑμᾶς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς· καὶ ἔσται ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον, καὶ ὁ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος. καὶ ἐπιλέγει· ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνοίχθησαν τὴν ἐπισκοπὴν τοῦ θεοῦ καὶ τὴν ἐποπτικὴν αὐτοῦ θεωρητικὴν τῶν ὅλων δύναμιν αἰνιττόμενος, ἐφορῶσαν τὰ πάντα ὥσπερ διὰ θυρίδων τοῦ οὐρανοῦ, αἳ δοκοῦσι μὲν κεκλεῖσθαι, ἐπειδὰν ἁμαρτάνοντας τοὺς ἐπὶ γῆς παρέρχηται ὁ θεὸς μὴ ἐπεξιὼν τοῖς πλημμελοῦσι· τότε γὰρ ὥσπερ ἀποστραφεὶς οὐδὲ ὁρῶντι τοὺς ἁμαρτάνοντας ἔοικεν. ἐπειδὰν δὲ κρίνῃ ἐπεξελθεῖν τοῖς ἡμαρτηκόσιν, ὥσπερ ἀναπετάννυνται τοῦ οὐρανοῦ αἱ θυρίδες. εἰκὸς δὲ θυρίδας λέγεσθαι οὐρανοῦ τὰς οὐρανίους πύλας, περὶ ὧν εἴρηται· «ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης». τότε μὲν οὖν ἀνοιγήσονται πᾶσαι ἐπὶ τῆς τοῦ κυρίου βασιλείας πύλαι, ὅπως δι' αὐτῶν εἰσέρχωνται οἱ βασιλευόμενοι, νυνὶ δὲ ἀνοιχθεισῶν τῶν θυρίδων τοῦ οὐρανοῦ, τί γίνεται; σεισθήσεταί φησι τὰ θεμέλια τῆς γῆς. καὶ ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ. καὶ ταῦτα πάντα πείσεται ἡ γῆ τῶν ποτε κατοικησάντων αὐτὴν οὕτως δηλουμένων· τοιαῦτα δέ φησι πείσεσθαι αὐτοὺς ὡς ἐοικέναι μεθύουσι καὶ κραπαιλῶσιν ἐκ τῆς τῶν κακῶν ὑπερβολῆς. ἔσται δὲ πρὸς τοῖς εἰρημένοις ἡ δηλωθεῖσα γῆ, δῆλον δ' ὅτι ἡ τῶν ἀσεβῶν ψυχὴ ὡς ὀπωροφυλάκιον. τοῦτο δὲ καὶ διὰ τῶν ἔμπροσθεν ἐρημίαν ἐδήλου, ἐν οἷς ἐλέγετο· «Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἰερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται». ταῦτα δὲ συμβήσεται τῇ γῇ, λέγω δὲ τοῖς πάλαι τὴν γῆν οἰκήσασιν, ἐπειδήπερ κατίσχυσεν ἐπ' αὐτῆς ἡ ἀνομία. διὸ ἐπὶ τέλει τοῦ λόγου φησί· καὶ πεσεῖται καὶ οὐ μὴ δύνηται ἀναστῆναι· ἅπαξ μὲν γὰρ πεσοῦσα κατὰ τὴν τοῦ θνητοῦ βίου τελευτὴν ἡ γῆ ἤτοι σὰρξ γεώδης ἢ φιλοσώματος ψυχὴ ἢ οἱ πάλαι τὴν γῆν οἰκήσαντες τῆς καθολικῆς ἀναστάσεως τεύξονται «εἰς τὸ παραστῆναι» «τῷ βήματι τοῦ Χριστοῦ» «καὶ κομίσασθαι ἕκαστον» «τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτ' ἀγαθὸν εἴτε