107
κακόν», ἐπειδὰν δὲ κριθέντες ἐκπέσωσι πάσης ἀγαθῆς ἐλπίδος καὶ ταῖς ἠπειλημέναις κολάσεσι παραδοθῶσι τὸ τηνικαῦτα τοῦ θεοῦ ἐκπεσόντες οὐκέτ' ἀναστῆναι δυνήσονται. Ἀλλὰ γὰρ πληρώσασα ἡ προφητεία τὸν λόγον τὸν περὶ τῶν οἰκητόρων τῆς γῆς ἑξῆς μεταβαίνει ἐπὶ τὸν οὐρανὸν καὶ τὰ οὐράνια λέγων· τῇ δὲ ἡμέρᾳ ἐκείνῃ, λέγω δὲ κατὰ τὸν δηλούμενον τῆς τοῦ θεοῦ κρίσεως καιρόν, ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα, ἐν οἷς τὴν συντέλειαν αἰνίττεται τοῦ παντός, ἐν ᾗ «ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται». τότε γὰρ διὰ τὴν σωτήριον διδασκαλίαν «ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ πεσοῦνται, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. ὅτε καὶ φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς». ταῦτα δὴ πάντα αἰνιττόμενος ὁ προφητικὸς λόγος διδάσκει λέγων· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα. κόσμον δὲ οὐρανοῦ εἴωθε Μωσῆς τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας ἀποκαλεῖν, ὡς ὅταν λέγῃ· «ἔπεχε μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς». διὸ καὶ ἡ παροῦσα προφητεία προϊοῦσα, τίς ποτ' ἦν ὁ κόσμος τοῦ οὐρανοῦ παρίστησιν, ἐν οἷς φησι· καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος. ἀνθ' οὗ ὁ Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον· καὶ ἐντραπήσεται ἡ σελήνη καὶ αἰσχυνθήσεται ὁ ἥλιος, ὁ δὲ Ἀκύλας· καὶ καταισχυνθήσεται ἡ σελήνη καὶ αἰσχυνθήσεται ὁ ἥλιος, ὁμοίως καὶ ὁ Θεοδοτίων· ἐντραπήσεταί φησιν ἡ σελήνη καὶ αἰσχυνθήσεται ὁ ἥλιος. ὁρᾷς ὅτι ἐπάγει ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα τὴν συντέλειαν τῶν φαινομένων ποιούμενος. ἐὰν δὲ λέγῃ· ἐπάξει ὁ θεὸς τὴν χεῖρα ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ, εἶτα ἐπιφέρῃ· καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς· καὶ συνάξει εἰς συναγωγὴν αὐτῆς εἰς δεσμωτήριον καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα, δοκεῖ μοι «τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου» σημαίνειν διὰ τῶν βασιλέων τῆς γῆς. οὕτω γοῦν καὶ τῷ ∆ανιὴλ ὁ χρηματίζων αὐτῷ Γαβριὴλ ἐδήλου λέγων· «καὶ ἐξῆλθεν εἰς συνάντησίν μου ἄρχων βασιλείας Περσῶν καὶ ἄρχων βασιλείας Ἑλλήνων καὶ ἄρχων βασιλείας Μήδων». τοὺς τοιούτους ἀοράτους ἄρχοντας τῶν ἐθνῶν βασιλεῖς ἐνταῦθα προσειπὼν ὁ λόγος συναχθήσεσθαι αὐτούς φησιν ὑπὸ τῆς χειρὸς τοῦ θεοῦ καὶ ἐμβληθήσεσθαι εἰς δεσμωτήριον καὶ ἀποκλεισθήσεσθαι εἰς ὀχύρωμα. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· κατὰ τῶν βασιλέων τῶν ἐπὶ τῆς γῆς· καὶ ἀθροισθήσονται ἀθροισμὸν δεσμίου εἰς λάκκον καὶ συγκλεισθήσονται εἰς συγκλεισμόν. ἀκόλουθον γὰρ ἦν τῆς βασιλείας τοῦ Χριστοῦ μελλούσης τότε τοῦ νέου αἰῶνος ἐπικρατεῖν «τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου καὶ τὰ πνευματικὰ τῆς πονηρίας» εἰς τὸν προσήκοντα αὐτοῖς καταβληθῆναι «λάκκον», ὃν αὐτοὶ «ἑαυτοῖς ὤρυξαν»· «λάκκον» γὰρ πᾶς ἀσεβὴς «ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο». ἀλλὰ καὶ συγκλεισθήσονται οἱ δηλωθέντες ἐν τινὶ πρέποντι αὐτοῖς δεσμωτηρίῳ, ἵνα μὴ παρένοχλοι ἐν τοῖς ὑπὸ θεοῦ βασιλευομένοις, ἔσονταί τε ἐν τούτῳ εἰς ὅσον κρινεῖ ἐν αὐτοῖς τοῖς αὐτόθι δεσμοῖς ἐνέχεσθαι ὁ τῶν ὅλων κριτής. διὸ κατὰ τοὺς Ἑβδομήκοντα λέλεκται· διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν, κατὰ δὲ τὸν Σύμμαχον· καὶ μετὰ πολλὰς ἡμέρας ἐπισκεφθήσονται, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ ἀπὸ πλήθους ἡμερῶν ἐπισκεφθήσονται, κατὰ δὲ τὸν Θεοδοτίωνα· διὰ πολλῶν ἡμερῶν ἐπισκεφθήσονται. ὑπὸ τίνος δ' οὐκ εἴρηται· οὐ γὰρ πρόσκειται ὑπὸ τοῦ θεοῦ, ὡς ἀπόρρητος δὲ ὁ περὶ τούτου σεσιώπηται λόγος. εἶτα καὶ αὐτὸς ὁ ἥλιος αἰσχυνθήσεται ὁρῶν τοὺς πάλαι ὑπ' αὐτῷ φωτιζομένους ἐλέγχῳ τῆς κρίσεως καὶ