108
τιμωρίᾳ ὑποβληθέντας, ὡσαύτως δὲ καὶ ἡ σελήνη ἐντραπήσεται, ὡς μηδὲν εἰς κατόρθωσιν τῶν ἐπὶ γῆς ἠσεβηκότων συμβαλλομένη. ὡσεὶ καὶ οἰκονόμοι τινὲς ἐπιταχθέντες ἐφορᾶν καὶ διέπειν οἰκοδεσπότου οἶκον τοὺς ὑπ' αὐτῶν μακρῷ χρόνῳ γενησομένους ἐπιστάντος τοῦ δεσπότου ἴδοιεν κολαζομένους καὶ διαφόροις τιμωρίαις ὑποβαλλομένους, τὸν αὐτὸν τρόπον καὶ οἱ τῷ μακρῷ αἰῶνι τῇ τοῦ θεοῦ βουλῇ ἐξυπηρετησάμενοι ἥλιος καὶ σελήνη τῶν ὑπὸ τὰς αὐτῶν αὐγὰς ἠσεβηκότων ποτὲ ὑπεχόντων δίκας διατραπήσεσθαι καὶ αἰσχυνθήσεσθαι λέγονται κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. κατὰ γὰρ τοὺς Ἑβδομήκοντα οὐδεμία ἐν τούτοις μνήμη οὐχ ἡλίου οὐδὲ σελήνης γεγένηται, σφόδρα δὲ κεκαλυμμένως εἴρηται τό· καὶ τακήσεται ἡ πλίνθος καὶ πεσεῖται τὸ τεῖχος, ἀποκρυψάντων ὡς εἰκὸς τῶν ἑρμηνευσάντων τὸν λόγον διὰ τὸ Ἕλλησιν ἐκδιδόναι τὴν γραφὴν καὶ διὰ τὸ ἀπεμφαῖνον τῆς λέξεως. τούτοις ἅπασιν ἐπιφέρεται· ὅτι βασιλεύσει κύριος ἐν Σιὼν καὶ ἐν Ἰερουσαλὴμ καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται· ἔδει γὰρ ἡμᾶς ἐν τῷ περὶ συντελείας λόγῳ καὶ τὰ περὶ τῆς κηρυττομένης τοῦ σωτῆρος ἡμῶν ἐπουρανίου βασιλείας μαθεῖν, ἥτις ἔσται μετὰ τὴν καθαίρεσιν τῶν ἀρχῶν καὶ τῶν ἐξουσιῶν. Σιὼν δὲ καὶ Ἰερουσαλὴμ πολλάκις εἶναι «ἐπουρανίους» ἀπὸ τῆς ἀποστολικῆς μαρτυρίας παρεστήσαμεν· ἔνθα ἡ τοῦ Χριστοῦ βασιλεία στήσεται, ὅτε καὶ ἐνώπιον τῶν πρεσβυτέρων αὐτοῦ δοξασθήσεται· οὓς γὰρ κατὰ τὸν παρόντα βίον ἐτίμησεν ἀξιώμασιν ἐκκλησιαστικοῖς πρεσβυτέρους ἀναδείξας, τούτους αὐτοὺς καταξιώσει τῆς αὐτοῦ θεότητος· διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ ἄντικρυς τῶν πρεσβυτέρων αὐτοῦ δόξα. 1.85 Πληρώσας ὁ λόγος τὴν περὶ τῆς καθολικῆς τοῦ θεοῦ κρίσεως προφητείαν, ἧς τὸ τέλος τὴν Χριστοῦ βασιλείαν καὶ «τὴν δόξαν τῶν πρεσβυτέρων αὐτοῦ» περιεῖχεν, ἀποθαυμαστικῶς ἀναφωνεῖ λέγων· Κύριε ὁ θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν. νοήσομεν δὲ ὅπως ἦν ἀρχαία ἡ βουλὴ αὕτη ἐπιστήσαντες τῇ φωνῇ τοῦ σωτῆρος τῇ λεγούσῃ τοῖς εἰς τὰ δεξιὰ στησομένοις αὐτοῦ· «δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου». καὶ ὁ Ἀπόστολος δὲ ἐντεῦθεν ὁρμώμενος ἔγραφε· «καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν ἐν αὐτῷ». ἀρχαία τοίνυν ἦν αὕτη ἡ βουλή, καὶ ταῦτα τ' ἦν τὰ θαυμαστὰ ἀληθῶς πράγματα τὰ προωρισμένα μὲν «πρὸ καταβολῆς κόσμου, ἐπὶ συντελείᾳ» δὲ «τῶν αἰώνων» πληρωθησόμενα, ἐπειδὰν «θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ» καὶ «ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν». τὸ τηνικαῦτα πάσης κακίας ἐκποδὼν ἀρθείσης καὶ «τοῦ ἐσχάτου ἐχθροῦ τοῦ θανάτου καταργηθέντος», «ὁ μὲν θεὸς ἔσται» «πάντα ἐν πᾶσιν». ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν τοῦ νέου αἰῶνος βασιλεύων «ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται», ὅτε καὶ «πάντες οἱ ἅγιοι αὐτοῦ» «ἐν ζωῇ βασιλεύσουσι» τῷ ἑαυτῶν σωτῆρι «συμβασιλεύοντες». αὕτη ἦν ἡ ἀρχαία βουλή, καὶ ταῦτα τὰ θαυμαστὰ πράγματα, ἐφ' οἷς ἀποθαυμάζων ὁ προφήτης δοξάζει τὸν θεόν. εἶτ' ἐπευχόμενος ταῦτα γενέσθαι ἐπιλέγει· γένοιτο, σπεύδων ὥσπερ καὶ ἐπιθυμῶν ᾗ τάχος ἐπιστῆναι τὸ τῶν ἀγαθῶν τέλος. ἀρχαία μὲν ἦν ἡ βουλὴ αὕτη διὰ τὴν πρόγνωσιν καὶ τὸν προορισμὸν τοῦ θεοῦ, ἀληθινὴ δὲ διὰ τὴν τοῦ τέλους ἔκβασιν. ἀλλ' ὑπὲρ μὲν τῶν καταξιωθησομένων τῆς μακαριότητος ἐπηύξατο εἰπών· γένοιτο, περὶ δὲ τῶν παρεληλυθότων ἐν τῷ θνητῷ βίῳ ἐπιλέγει· ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια· τῶν ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. καὶ ἐπὶ τούτοις οὖν φησι· δοξάσω σε, ὅτι τῶν ἀσεβῶν περιεῖλες τὰς πόλεις ἀφανίσας αὐτῶν τὰς ἀθέους πολιτείας καὶ τὰ ἀσεβῆ οἰκοδομήματα. οἵ γε μὴν