110
ἐλευθερώσας ἀφεῖλε πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· καὶ τὸ ὄνειδος τοῦ λαοῦ αὐτοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς· ὄνειδος δὲ ἦν τοῦ λαοῦ τοῦ ἐξ ἐθνῶν ἡ κρατήσασα αὐτῶν εἰδωλολατρία· ὅπερ ὄνειδος ἀφεῖλεν ὁ θεὸς καὶ τὸ ἐπὶ τούτῳ δάκρυον τῶν διὰ φιλανθρωπίαν τὴν τῶν τοσούτων ψυχῶν ἀποκλαομένων ἀπώλειαν. ταῦτα μὲν οὖν κατὰ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν· κατὰ δὲ τοὺς λοιποὺς ἑτέραν παρίστησι διάνοιαν ὁ λόγος, ἣν ὁ Σύμμαχος σαφέστερον ἐξέδωκε τοῦτον εἰπὼν τὸν τρόπον· καὶ καταποντιεῖ ἐν τῷ ὄρει τούτῳ πρόσωπον τοῦ ἐξουσιαστοῦ τοῦ ἐξουσιάζοντος πάντων τῶν ἐθνῶν, καὶ ἡ χρίσις ἡ κεχρισμένη κατὰ πάντων τῶν ἐθνῶν καταποθῆναι ποιήσει τὸν θάνατον εἰς τέλος. καὶ ἐξαλείψει κύριος ὁ θεὸς ἀπὸ προσώπου πᾶν δάκρυον καὶ τὸ ὄνειδος τοῦ λαοῦ αὐτοῦ περιελεῖ ἀπὸ πάσης τῆς γῆς, ὅτι κύριος ἐλάλησεν. ἰσοδυναμεῖ δὲ τούτοις καὶ τὰ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς, ὧν ὁ νοῦς τοιοῦτος εἶναί μοι δοκεῖ· κατὰ τὸν δηλωθέντα χρόνον ἐπειδὰν ἐν τῷ ἀποδοθέντι ὄρει πᾶσι τοῖς ἔθνεσι τὸ συμπόσιον ποιήσας ὁ κύριος καταξιώσῃ μετασχεῖν τοῦ οἴνου καὶ τοῦ μύρου καὶ τῶν ἀρρήτων αὐτοῦ μυστηρίων τὸ τηνικαῦτα καταποθῆναι ποιήσει καὶ ἀφανὲς γενέσθαι τὸ πρόσωπον τοῦ ἐξουσιαστοῦ τοῦ ἐξουσιάσαντος πάντων τῶν ἐθνῶν, τοῦτ' ἔστι τοῦ θανάτου, οὕτως δὲ αὐτὸ καταποντιεῖ ὁ ἐν τῷ προλεχθέντι ὄρει βασιλεύων κύριος, ὡς μηκέτι φαίνεσθαί που αὐτόν, λέγω δὲ τὸν θάνατον, ὃν ἐνταῦθα μὲν ἡ προφητεία ἐξουσιαστὴν ὠνόμασεν, ὁ δ' Ἀπόστολος οὐκ ὤκνησε καὶ βασιλέα προσειπεῖν φήσας· «ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως», ἐπεὶ τοίνυν «ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος». εἰκότως ἐνταῦθά φησιν ὁ λόγος ἀπολεῖσθαι τὸ πρόσωπον τοῦ ἐξουσιαστοῦ. ἀντὶ δὲ τοῦ· τὸ πρόσωπον τοῦ ἐξουσιαστοῦ, τὸ πρόσωπον τῆς σκοτίας ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων ἐκδεδώκασι. τίς δ' ἦν ἡ σκοτία, ἢ ὁ ἀφεγγὴς καὶ σκότου πλήρης τοῦ θανάτου χῶρος; τότε τοίνυν, ὅτε τῷ υἱῷ τοῦ θεοῦ «ἅγιοι συμβασιλεύσουσιν», αὐτὸς ὁ θάνατος ὁ πάλαι καταπίνων τοὺς πάντας καταποθήσεται. αἴτιον δὲ τούτου ἔσται ἡ χρῖσις ἡ κεχρισμένη εἰς πάντα τὰ ἔθνη· χρισθέντες γὰρ τῷ χρίσματι οὐκέτ' ὑποχείριοι γενήσονται θανάτῳ, ἀθανασίας δὲ καὶ ζωῆς αἰωνίου μετασχόντες τὸν θάνατον ἀνενέργητον καὶ ὥσπερ νεκρὸν καταστήσουσι. διὸ λέλεκται· ἡ χρῖσις ἡ κεχρισμένη κατὰ πάντων τῶν ἐθνῶν καταποθῆναι ποιήσει τὸν θάνατον εἰς τέλος. καὶ δὴ τοῦ θανάτου ἐκποδὼν γενομένου ἐξαλείψειν κύριος ὁ θεὸς λέγεται πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου καὶ τὸν ὄνειδον τοῦ λαοῦ αὐτοῦ περιελεῖν· ὄνειδος γὰρ ἦν οὐ μικρὸν «τοῖς κατ' εἰκόνα θεοῦ πεποιημένοις ἀνθρώποις» τὸ ἐκπεσεῖν τῆς αἰωνίου ζωῆς καὶ θανάτῳ ὑποβληθῆναι. ἀλλ' ἀρθήσεται τὸ ὄνειδος «τοῦ μὲν θανάτου καταργηθέντος» καὶ τοῦ σκότους ἀφανισθέντος, τῆς δὲ τοῦ Χριστοῦ βασιλείας ἐν αἰωνίῳ ζωῇ διαλαμπούσης ἀπολαύσουσιν οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν τῶν μὲν προτέρων ἠλευθερωμένοι κακῶν. τῶν δ' ἐπαγγελιῶν τοῦ θεοῦ καταξιωθησόμενοι. 1.86 Καταποθέντος τοῦ θανάτου κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν οἱ τοῦ νέου αἰῶνος υἱοὶ τῇ ἡμέρᾳ ἐκείνῃ εὐχαριστήριον ᾄσουσιν ᾠδήν, ὁρῶντες ἐν δόξῃ τὸν ἑαυτῶν σωτῆρα, καὶ ἐροῦσιν Ἰδοὺ ὁ θεὸς ἡμῶν, ἐφ' ᾧ ἠλπίζομεν· πάλαι μὲν γὰρ αὐτὸν ἐν ἐλπίσιν εἴχομεν πιστεύοντες ταῖς θείαις περὶ αὐτοῦ διδασκαλίαις, νυνὶ δὲ καὶ ὀφθαλμοῖς ὁρῶμεν αὐτόν, διὸ ὑπεμείναμεν πάλαι τὰ ἐπιόντα ἡμῖν λυπηρά. καὶ οἱ μὲν ταῦτα ἐροῦσιν, ὁ δὲ ἀνάπαυσιν αὐτοῖς δώσει ἐν τῷ προλεχθέντι τῆς βασιλείας αὐτοῦ ὄρει. καὶ οὗτοι μὲν τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαύσουσιν, ἡ δὲ Μωαβῖτις, κατὰ δὲ τὴν Ἑβραϊκὴν φωνὴν Μωάβ, τιμωρίαν ὑφέξει τῆς ἑαυτοῦ ἀθεότητος· καταπατηθήσεται γὰρ τρόπον ἅλωνος ἐν ἁμάξαις, ὥστ' ἀσθενῆσαι καὶ ἐξατονῆσαι τὰς χεῖρας αὐτοῦ ἀπὸ ἐκλύσεως. διό φησιν ὁ Ἀκύλας· καὶ ἀλοηθήσεται ἡ Μωὰβ ὑποκάτω αὐτοῦ ὡς