111
ἀλοᾶται ἄχυρα, κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἀλοήσομέν φησι τὴν Μωὰβ ὡς ἀλοητὸν ἀχύρου εἰς πηλόν. τίνες δέ εἰσιν οἱ καταπατοῦντες αὐτὸν καὶ ἀλοῶντες ἑξῆς παρίστησιν ἐπιφέρων· «καὶ πατήσουσιν αὐτὸν πόδες πραέων καὶ ταπεινῶν βήματα πενήτων». οἶμαι δ' ἐνταῦθα Μωὰβ λέγεσθαι τὸν πονηρὸν δαίμονα καὶ τὴν ἀντικειμένην δύναμιν τὴν πάλαι παρὰ τοῖς Μωαβίταις ὡς θεὸν τιμωμένην, ἥτις ἐπειδὴ μέγα ἐφρόνει κατεπαιρομένη τοῦ θεοῦ Ἰσραήλ. καὶ τὸ ὑφ' ἑαυτὴν ἔθνος ἐπιτρίβουσα, ὡς καὶ ἐπ' αὐτοῦ Μωσέως τοιαῦτα τολμῆσαι, ὡς ἐκπορνεῦσαι τὸν λαὸν καὶ «τελεσθῆναι τῷ Βεελφεγώρ»· τοῦτο δ' ἦν τὸ τῶν Μωαβιτῶν εἴδωλον· τούτου χάριν τὰ προκείμενα περὶ αὐτῆς ὡς περὶ δεινῆς τινος καὶ θεομάχου δυνάμεως προφητεύεται. καὶ ἐν τῇ ὁράσει δὲ τῇ περὶ τῆς Μωὰβ περὶ τοῦ αὐτοῦ δαίμονος πρὸς αὐτὴν ἐλέγετο τὴν Μωάβ· «ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο καταπατῶν ἐπὶ τῆς γῆς». ἐπειδὴ οὖν φοβερός τις ἐνομίζετο τῷ Ἰουδαίων λαῷ ὁ πονηρὸς οὗτος δαίμων, τὸ διαδεξόμενον αὐτὸν κατὰ τὸν καιρὸν τῆς καθολικῆς τοῦ θεοῦ κρίσεως τέλος ἡ παροῦσα προφητεία διδάσκει ἐν τῷ λέγειν· καὶ καταπατηθήσεται ὁ Μωάβ, καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ· ὃν τρόπον γὰρ αὐτός φησιν ἐταπείνωσεν ἑτέρους τοῦ ἀπολέσαι, οὕτως καὶ αὐτὸς τὰ ὅμοια πείσεται. ὁ δὲ Σύμμαχος· καὶ ἀλοήσομέν φησι τὴν Μωὰβ ὑποκάτω αὐτῆς ὡς ἀλοητὸν ἀχύρου εἰς πηλόν· καὶ ἐξαπλώσει τὰς χεῖρας αὐτοῦ ἀλοώμενος καὶ καταπατούμενος καθὼς ἀναπλώσῃ ὁ λουόμενος εἰς τὸ κολυμβῆσαι, καὶ ταπεινωθήσεται ὑπερηφανία αὐτοῦ σὺν τοῖς καταρράγμασι τῶν χειρῶν αὐτοῦ· καὶ τὸ ὀχύρωμα τοῦ ὕψους τῶν τοίχων σου κύψει καὶ κολληθήσεται εἰς γῆν. τεῖχος δὲ καὶ ὀχύρωμα αὐτοῦ αἱ δυνάμεις ἦσαν αὐτοῦ, αἷς ὠχύρωτο, ἃς καὶ αὐτὰς καθαιρεθήσεσθαί φησιν ὁ λόγος, δι' ἑνὸς δὲ τοῦ πάλαι τῶν Μωαβιτῶν κρατήσαντος πονηροῦ δαίμονος καὶ τὰ τοῖς λοιποῖς τοῖς δὴ νομισθεῖσι θεοῖς συμβήσομαι διδάσκει ἐξ ἑνὸς παραδείγματος ἡμῖν καταλείπων νοεῖν καὶ τὰ ταῖς λοιπαῖς ἀντικειμέναις δυνάμεσιν ἐπελευσόμενα. Ἔδει γὰρ ἡμᾶς προμαθόντας, ὁποῖον ἔσται τοῦ θανάτου τὸ τέλος κατὰ τὸν τῆς κρίσεως καιρὸν καὶ τῶν λοιπῶν ἀντικειμένων δυνάμεων, μὴ ἀγνοῆσαι τὴν ἀπώλειαν, μεθ' ἣν τοῦ σωτῆρος ἡμῶν τὴν αὐτοῦ βασιλείαν ἀπειληφότος ἐν τῷ ἐπουρανίῳ ὄρει οἱ τῶν ἐπαγγελιῶν ἄξιοι ᾄσονται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὸ ἐπουράνιον ᾆσμα «ἐν τῇ ἐπουρανίῳ γενόμενοι Ἰερουσαλήμ», ἣν ἐπὶ τοῦ παρόντος Ἰουδαίαν ὠνόμασεν ὁ λόγος, ἀκολούθως τῇ χώρᾳ τῆς ἐπιγείου Ἰερουσαλήμ· οὕτως γὰρ ὁμοῦ καὶ τοῖς ἀκροωμένοις τοῦ τῶν Ἰουδαίων λαοῦ παισὶ θυμηδίαν τινὰ καὶ προτροπὴν εἰς τὴν τῶν προκειμένων ἐλπίδα παρεῖχεν. ὁμοῦ καὶ τὴν ἀληθινὴν παρίστη Ἰουδαίαν «τῆς ἐπουρανίου Ἰερουσαλὴμ» τὴν χώραν καὶ τὸ μέγα πλάτος ὧδέ πη σημαίνων, ἵν' ὁ μὲν τόπος νοῆται Ἰουδαία, τὸ δ' ἐν αὐτῇ θεοσεβὲς πολίτευμα τῶν θείων καὶ εὐαγγελικῶν πνευμάτων «ἡ τοῦ θεοῦ πόλις»· ἔνθα γενόμενοι τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τὸ ἐπιλεγόμενον. ποῖον δὲ ᾆσμα ᾄσονται οἱ διὰ τῆς προφητείας δηλούμενοι, ἐντεῦθεν ἤδη τὸ πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου παραδίδωσιν ἐξ αὐτῶν ἐκείνων προσώπου θεσπίζον καὶ λέγον· Ἰδοὺ πόλις ὀχυρὰ τὸ σωτήριον ἡμῶν· οὐ γὰρ ἦν ἡ κάτω ἐπὶ γῆς πόλις ὀχυρὰ πολλάκις ὑπὸ πολεμίων ἁλοῦσα, αὕτη δὲ ἀληθῶς ὀχυρὰ τοῦ θεοῦ τυγχάνει πόλις, καὶ τοῦτ' ἔστι τὸ σωτήριον ἡμῶν. κατὰ δὲ τὸν Σύμμαχον ἐροῦσιν οἱ ᾄδοντες τὸ ᾆσμα· Πόλιν ἰσχυρὰν ἔχομεν, κατὰ δὲ τὸν Ἀκύλαν· πόλις κράτους ἡμῖν σωτήριον, ἡ δὲ Ἑβραϊκὴ λέξις ἀντὶ τοῦ σωτηρίαν καὶ ἀντὶ τοῦ σωτήριον τὸ ὄνομα Ἰησοῦ λευκῶς οὕτως περιέχει, αὐτοῖς γράμμασιν οἷς ὁ σωτὴρ ἡμῶν Ἑβραϊκῶς γράφεται· αὐτὸς οὖν ἔσται ὁ σωτὴρ ἡμῶν ἡ τῶν μακαρίων πόλις, αὐτὸς καὶ τεῖχος αὐτῶν καὶ περίτειχος. Καὶ πάντα αὐτοῖς αὐτὸς ἔσται, νοουμένης δὲ «Ἰερουσαλὴμ ἐπουρανίου» ἀκόλουθόν ἐστι νοεῖν καὶ πύλας αὐτῆς τὰς