112
διαφόρους τῶν αὐτόθι μονῶν εἰσόδους, ἃς ἀνοιγῆναι βούλεται οὐκ Ἰουδαίοις ἀλλ' οὐδὲ τῷ Ἰσραὴλ οὐδὲ τοῖς τυχοῦσιν ἁπλῶς, μόνοις δὲ τοῖς φυλάττουσι δικαιοσύνην καὶ ἀλήθειαν καὶ εἰρήνην. διὸ ἐπιλέγει· ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς φυλάσσων ἀλήθειαν, ἀντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων εἰρήνην. τούτων δὲ τῶν πυλῶν ἐφιέμενος θεοφιλής τις ἀνὴρ ἔλεγεν· «ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ κυρίῳ». ἄξιον δέ φησιν ἀνοῖξαι τὰς πύλας τοῖς προλεχθεῖσιν, ἐπειδήπερ ἐπὶ σοὶ ἤλπισαν, κύριε ὁ θεός, ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς· πόλεις ὀχυρὰς καταβαλεῖς καὶ κατάξεις ἕως ἐδάφους. ὅμοια δ' ἂν εἴη ταῦτα τοῖς ἔμπροσθεν εἰρημένοις ἐν τῷ· «ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια». καὶ νῦν οὖν «τὴν δικαιοκρισίαν τοῦ θεοῦ» παριστὰς τὴν αὐτὴν ἐπαναλαμβάνει διάνοιαν δοξάζων αὐτὸν καὶ λέγων· ὁ θεὸς ὁ μέγας ὁ αἰώνιος, ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς, ἀλλ' ἐκείνους μὲν ἐκ τοῦ ὕψους κατέβαλες ταπεινώσας καὶ τὰς πόλεις αὐτῶν καθεῖλες συντέλειαν τοῦ θνητοῦ βίου ποιούμενος ἢ τὰς ἀθέους αὐτῶν καὶ ἀσεβεῖς πολιτείας ἀφανεῖς ποιήσας, τοὺς δὲ σοὺς πράους ἄνδρας, οὓς ἐμακάριζες φήσας· «μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν». τούτους ταπεινοὺς ὄντας πρότερον νῦν κατὰ τὸν τῆς δικαιοκρισίας σου καιρὸν ἀνύψωσας καταπατεῖν αὐτοὺς ποιήσας τὰς τῶν πάλαι ὑπερηφάνων κεφαλάς. εἶτ' εὐθεῖα ἡ ὁδὸς τῶν εὐσεβῶν ἐγενήθη· μηκέτι γὰρ μηδενὸς ὄντος ἐμποδὼν ἀκώλυτος καὶ ἀπαραπόδιστος καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῖς γέγονε· τούτοις δ' αἴτιον «ἡ δικαιοκρισία τοῦ θεοῦ». διὸ ἐπιλέγει· ἡ γὰρ ὁδὸς τοῦ κυρίου κρίσις. 1.87 ∆ιελθὼν ὁ προφήτης, ὁποῖον τέλος τοὺς ἀσεβεῖς διαλήψεται, καὶ τοὺς δικαίους, ὁποῖαι περιμένουσιν ἐλπίδες, ὁποία τε ἔσται ἡ βασιλεία τοῦ Χριστοῦ καὶ ὡς μόνοις τοῖς ἀξίοις αἱ «πύλαι» τῆς ἐν οὐρανοῖς τοῦ θεοῦ πόλεως «ἀνοιχθήσονται», ὁποῖόν τε «ᾄσονται ᾆσμα» οἱ τῶν ἐπαγγελιῶν ἀπολαύσαντες, ἀκολούθως τούτοις τὰς προκειμένας ἀναπέμπει πρὸς τὸν θεὸν φωνὰς ἐκ προσώπου ἑαυτοῦ καὶ τῶν αὐτῷ παραπλησίων φάσκων· ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου καὶ ἐπὶ τῇ μνείᾳ, ᾗ ἐπιθυμεῖ ἡ ψυχὴ ἡμῶν· ὡς γὰρ παρὼν τοῖς ἀποτελέσμασι τῶν λόγων καὶ ὡς αὐτὰ θεωρῶν τὰ πράγματα ψυχῆς πεφωτισμένοις ὀφθαλμοῖς ἄνω πρὸς τὸν θεὸν ἀποβλέπει καὶ τὸν τοσούτων χορηγὸν ἀγαθῶν ἀνυμνεῖ εὐχὴν ἀναπέμπων καὶ λέγων τὰ προκείμενα. ἄξια γὰρ τῆς ἐλπίδος τὰ παρὰ σοὶ τεθησαυρισμένα καὶ ταῦτα λέγω πρὸς σέ, τὴν ἐπιθυμίαν τῆς ψυχῆς μου· σὺ γὰρ εἶ κύριε ἡ ἐμὴ ἐπιθυμία καὶ ὁ θεῖος ἔρως τῆς ἐμῆς ψυχῆς. διὸ ἡ ψυχή μου ἐπεθύμησέ σε καὶ αὕτη γὰρ ἡ μνήμη τοῦ ὀνόματός σου ἐξίστησιν ἡμῶν τὴν ψυχὴν καὶ διεγείρει ἐπὶ τὸν σὸν πόθον. διὸ οὔτε καθεύδειν οἷοί τ' ἐσμὲν τοὺς τῆς νυκτὸς καιρούς, ἀλλὰ καὶ τούτους ἐγρηγορότες τῷ πνεύματι, σὲ τὴν ἐπιθυμίαν ἡμῶν κατὰ νοῦν ἔχομεν. οὕτως οὖν «καὶ αἱ νύκτες ἡμῖν ὡς ἡμέραι πεφωτισμέναι» τυγχάνουσιν· ἐπειδήπερ τὰ προστάγματά σου καὶ οἱ λόγοι σου ἡμῖν τοῖς ἐπὶ τῆς γῆς ἔτι τὰς διατριβὰς ποιουμένοις καὶ διὰ νυκτὸς καὶ δι' ἡμέρας ἀντὶ φωτὸς ἐδόθησαν. ταῦθ' ὑπερβαλλούσῃ διαθέσει πρὸς τὸν θεὸν ἀναφωνήσας ὁ προφήτης μεταβαίνει ἐφ' ἡμᾶς παραινῶν τὴν αὐτὴν αὐτῷ βαδίζειν ὁδόν. διό φησι· δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Ἀντὶ δὲ τοῦ· πέπαυται γὰρ ὁ ἀσεβής, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων ἠλεήθη ἀσεβὴς ἡρμήνευσαν, ὁ δὲ Σύμμαχος· ἐδωρήθη ἀσεβής. προτρέπει δὲ ὁ λόγος τοὺς ἐν ἀσεβείαις ἐξετασθέντας πρότερον σπεύδειν ἐπὶ μετάνοιαν· ἐπειδὴ γὰρ θεοῦ κρίσις πάντας ἀνθρώπους περιμένει. τούτου χάριν πάντες ἄνθρωποι δικαιοσύνην μάθετε θαρροῦντες, ὅτι καὶ τοὺς προληφθέντας ἐν ἀσεβείαις μετανοήσαντας φιλάνθρωπος ὢν ὁ θεὸς ἐλεήσει. εἰ δὲ μὴ πεισθείη τις τῷ κηρύγματι μηδὲ μάθοι δικαιοσύνην μηδὲ ἐργάσοιτο ἀλήθειαν, ἀρθήσεται ἐκ ζώντων