1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

114

παρεστώς», ἐφ' οἷς ὁρᾷ, ποτὲ μὲν ἐξομολογεῖται, ποτὲ δ' ἱκετεύει, ποτὲ δὲ εὐχαριστεῖ, ποτὲ δὲ τὰς ἀποδοθησομένας ὑπὸ τοῦ θεοῦ ἀμοιβὰς τοῖς ἀξίοις διεξέρχεται, ποτὲ δὲ τὰς κατ' αὐτῶν καταλέγει τιμωρίας. πάντα δὲ ταῦτα διὰ τῆς αὐτοῦ γραφῆς καὶ ἡμῖν παραδίδωσιν, ὡς ἂν παιδευοίμεθα διδασκόμενοι πάνθ' ὅσα καὶ αὐτὸς ἐκ τῆς τοῦ θείου πνεύματος ἐπιλάμψεως ἔγνω. καὶ νῦν οὖν φησιν ἦν ὅτε καιρὸς ἦν, ὅτε ὦ κύριε «τὴν στενὴν καὶ τὴν τεθλιμμένην» ὁδεύοντες ὑπὲρ τῆς εὐσεβείας ἠγωνιζόμεθα· πλὴν καὶ ἐν ἐκείνῃ τῇ θλίψει οὐκ ἦμέν σου ἀμνήμονες, ὑπ' αὐτῆς δὲ τῆς σῆς μνήμης δυναμούμενοι καρτερῶς ὑπεμένομεν, ὥστε λέγειν· «θλιβόμενοι ἀλλ' οὐ στενοχωρούμενοι, διωκόμενοι ἀλλ' οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ' οὐκ ἀπολλύμενοι»· δι' αὐτῆς γοῦν τῆς θλίψεως παιδευόμεθα, εἰδότες ὅτι «ὃν ἀγαπᾷ κύριος παιδεύει». πᾶσα δὲ θλῖψις μικρά τις ἡμῖν ἐλογίζετο διὰ τὸν πρὸς σὲ πόθον, ὡς λέγειν· «οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς». ∆ιὸ πάντα πόνον ὑπομένοντες ἐοικότες ἦμεν ὠδινούσῃ γυναικὶ καὶ βοὰς ἀφιείσῃ περὶ αὐτὸ τὸ μέλλειν τὸ κατὰ γαστρὸς κυόμενον εἰς φῶς προάγειν· οὕτω γὰρ καὶ ἡμεῖς ἐγενήθημεν τῷ σῷ ἀγαπητῷ· τὸν γὰρ μονογενῆ σου λόγον ἔνδον ἔχοντες ἐν τῇ ἑαυτῶν ψυχῇ καὶ τὸν ἐκ σοῦ κατασπαρέντα ἡμῖν φόβον τῆς σῆς εὐσεβείας πάντας πόνους γενναίως ἐφέρομεν καὶ τὰς ἐπαγομένας ἡμῖν θλίψεις ἀγωνιῶντες μή πη ἐξαμβλώσωμεν τὸν ἐν ἡμῖν κυούμενον ἀγαπητόν σου καὶ τὸν ἐξ αὐτοῦ κατασπαρέντα ἡμῖν ἔνθεον φόβον. καὶ δὴ καρτερήσαντες οὐκ ἐσφάλημεν τῆς ἐλπίδος, ἀλλ' ἐτέκομεν πνεῦμα σωτηρίας· τέλος γὰρ τῆς κυήσεως τοῦ ἀγαπητοῦ σου καὶ τοῦ φόβου αὐτοῦ ἡ σωτηρία ἦν τοῦ ἡμετέρου πνεύματος. ὅπερ ἀπογεννήσαντες φανερὸν κατεστήσαμεν πᾶσι τοῖς ἐπὶ τῆς γῆς κατοικοῦσιν ἀνθρώποις, ὡς ἂν καὶ αὐτοὶ μαθόντες ὠφεληθεῖεν διὰ τοῦ ζηλῶσαι κυῆσαι αὐτοὺς ἀπὸ τοῦ φόβου σου καὶ ἀποτεκεῖν τὸ αὐτὸ πνεῦμα· οἱ γὰρ μὴ τοῦτον λαβόντες τὸν φόβον μηδὲ τεκόντες τὸ πνεῦμα τῆς σωτηρίας, ἄλλως δὲ ἄγονοι καὶ ἄκαρποι γενόμενοι ἐκπεσοῦνται τῆς παρὰ σοῦ ἐλπίδος οἱ δέ γε τῆς σῆς μερίδος ὄντες, οἱ διὰ σὲ πᾶσαν θλῖψιν ὑπομείναντες, εἰ καὶ «μέχρις θανάτου ἀγωνίσαιντο» πρὸς τὴν ἁμαρτίαν, οὐδαμῶς τῆς παρὰ σοὶ ζωῆς ἀποπεσοῦνται. Ἀναστήσονται γὰρ οἱ νεκροί, ἢ κατὰ τὸν Σύμμαχον καὶ τὸν Θεοδοτίωνα· ζήσονται οἱ νεκροί σου, ἢ κατὰ τὸν Ἀκύλαν· ζήσονται οἱ τεθνεῶτές σου. νεκροὶ δὲ αὐτοῦ τίνες ἂν εἶεν ἢ οἱ ἅγιοι αὐτοῦ μάρτυρες, ἕτεροι ὄντες παρὰ τοὺς ἄνω λεχθέντας νεκρούς, περὶ ὧν εἴρητο· «οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσουσιν». ἀλλ' ἐκεῖνοι μὲν ἦσαν νεκροὶ τὰ «πρὸς θάνατον ἡμαρτηκότες», οἱ δὲ νεκροὶ τοῦ κυρίου οἱ δι' αὐτὸν πᾶσαν θλῖψιν ἕως θανάτου ὑπομείναντες ἀναστήσονται καὶ μετὰ τὴν ἐν τοῖς μνημείοις ταφήν. ἀντὶ δὲ τοῦ· ἐγερθήσονται, ἐξυπνισθήσονται οἱ λοιποὶ ἡρμήνευσαν ὡς κοιμηθέντων αὐτῶν, οὐχὶ δὲ τεθνεώτων· διὸ τῶν ἁγίων ὁ θάνατος κοίμησις ὀνομάζεται, ἀκολούθως δὲ τῇ κοιμήσει ἡ ἀνάστασις ἐξυπνισμὸς ἂν λεχθείη. διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς ἐξυπνισθήσεσθαι οἱ ἐν τοῖς μνημείοις κατὰ τὸ πρῶτον εἴρηνται· κατὰ δὲ τὸ δεύτερον ἀγαλλιάσονται κατὰ τὸν Σύμμαχον, ἢ αἰνέσουσι κατὰ τὸν Ἀκύλαν, ἢ ἀλαλάξουσι κατὰ τὸν Θεοδοτίωνα. αἰτία δὲ τῆς ἀναστάσεως αὐτοῖς ἔσται ἡ παρὰ σοῦ δρόσος· ὥσπερ γὰρ δρόσος ἡ ἐπὶ γῆς κατιοῦσα ἠρέμα καὶ πράως ἐκτρέφει καὶ αὔξειν ποιεῖ τὰ ἐναποκείμενα αὐτῇ σπέρματα, τὸν αὐτὸν τρόπον ἡ παρὰ σοῦ δρόσος ἴαμα καὶ ζωὴν καὶ σωτηρίαν παρέξει τοῖς σοῖς νεκροῖς, ὧν τὰ σώματα κατὰ τὸν καιρὸν ἐπὶ τῆς γῆς ἐσπάρη. οὐκ ἂν δὲ ἁμάρτοις αὐτὸν εἶναι λέγων δρόσον τὸν μονογενῆ τοῦ θεοῦ λόγον, ὃς ἐπιστάξας τὰς ἑαυτοῦ ζωοποιοὺς σταγόνας τοῖς αὐτοῦ νεκροῖς, ὁμοῦ καὶ ἴασιν ἁμαρτημάτων, εἴ πού τι αὐτοῖς κατ' ἄνθρωπον πεπλημμέλητο, παρέξει ὁμοῦ καὶ ἀνάστασιν καὶ σωτηρίαν καὶ ζωὴν αἰώνιον αὐτοῖς