115
δωρήσεται, ἀλλ' οὐ καὶ τὰ τῶν ἀσεβῶν τοιαῦτα· πεσεῖται γὰρ αὐτῶν ἡ γῆ. διὸ αὐτοῖς σώμασι καὶ αὐταῖς ψυχαῖς ὡς ἂν ἐκπεσόντες τοῦ θεοῦ παραδοθήσονται τῇ διαδεξομένῃ αὐτοὺς τιμωρίᾳ. 1.89 Μετὰ τὴν διδασκαλίαν τῆς τῶν νεκρῶν ἀναστάσεως ὡς περιεστῶτας ἔμπροσθεν καὶ ἐπὶ τὸ αὐτὸ μετὰ τὴν ἀνάστασιν συνηγμένους τοὺς ἁγίους τοῦ θεοῦ θεασάμενον τὸ πνεῦμα τὸ προφητικόν, ἔπειτα ἐξ ἑτέρου μέρους τὴν ἐπιοῦσαν ὀργὴν τοῖς ἀσεβέσι κατανοῆσαν τῷ τάγματι τῶν ἁγίων προσφωνεῖ ἀποχωρεῖν πρὸς βραχὺ καὶ μακράν που κρύπτεσθαι, ὡς μηδὲ θεωροὺς τῆς τῶν ἀσεβῶν γίγνεσθαι ἀπωλείας. διό φησι· βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου· ταμιεῖα δὲ τοῦ λαοῦ τοῦ θεοῦ «αἱ πολλαὶ παρὰ τῷ πατρὶ» τυγχάνουσι «μοναὶ» ἑκάστῳ τάγματι τῶν ἁγίων κατὰ δικαίαν τοῦ θεοῦ κρίσιν ἀφωρισμέναι. εἰς ταῦτ' οὖν τὰ σοὶ παρεσκευασμένα ταμεῖα, σύ φησιν, ὁ ἐμὸς λαός, εἴσελθε καὶ ἀπόκλεισον τὴν θύραν σου, μηδὲ περιεργάζου τὰ πορρωτάτω τυγχάνοντα τῶν σῶν ταμείων, ἀλλ' ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ κυρίου, παρελθούσης δὲ αὐτῆς ἀναπετάσας λοιπὸν τὰς τῶν σαυτοῦ ταμείων πύλας μετὰ πολλῆς ἐξουσίας καὶ παρρησίας πρόϊθι τὸν νέον ἐποπτεύων αἰῶνα καὶ τὴν ἐπηγγελμένην σοι βασιλείαν τοῦ θεοῦ. Τούτοις ἑξῆς τί ἄρα ποιήσει ἡ ὀργὴ ἐπελθοῦσα τοῖς ἀσεβέσι διδάσκει λέγων· καὶ ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς, ὡς μηδένα λαθεῖν τῶν πάλαι ἐν αὐτῇ τὰς ψυχὰς ἀνῃρημένων διὰ τῶν «πρὸς θάνατον» ἁμαρτημάτων· ἐπὶ τούτῳ γὰρ τὴν ὀργὴν ἐπάξειν εἴρηται ὁ θεός, ὀργῆς ἐνταῦθα ὀνομαζομένης τῶν ταῖς κολάσεσι διακονουμένων «ἀγγέλων»· ὡς γὰρ ἐπὶ τῶν Αἰγυπτίων ἐλέγετο· «ἀπέστειλεν ἐπ' αὐτοὺς ὀργὴν καὶ θυμὸν καὶ θλῖψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν», οὕτως καὶ νῦν ὀργὴ τοῦ θεοῦ ὁρμήσασα κατὰ τῶν πάλαι τὴν γῆν οἰκησάντων ἀνακαλύψει τὸ αἷμα τὸ ἐπ' αὐτῆς ἐκχυθὲν καὶ οὐ κατακαλύψει τοὺς ἀνῃρημένους. δηλοῖ δὲ διὰ τούτων τὴν τῶν ἁγίων τοῦ θεοῦ ἀναίρεσιν καὶ τὰ τῶν μαρτύρων αἵματα, περὶ ὧν καὶ Μωσῆς ἐν μεγάλῃ ᾠδῇ γράφων ἔλεγεν· «ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται, καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν ἀνταποδώσει». καὶ ἑκάστη δὲ ψυχὴ γεώδης καὶ φιλοσώματος τὰ αἵματα, λέγω δὴ τὰ «πρὸς θάνατον» αὕτη πλημμεληθέντα, ἐξομολογουμένη ἀνακαλύψει. Τούτων δ' ἐπιτελεσθέντων «ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος». διὸ ἐπὶ τέλει τῶν ὅλων καὶ μετὰ πάντας ἐπιφέρει ὁ λόγος φάσκων· τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦτ' ἔστι κατ' ἐκεῖνο τοῦ καιροῦ, ἐπάξει ὁ θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυράν. ἀντὶ δὲ τοῦ· τὴν ἁγίαν, οἱ λοιποὶ πάντες ἑρμηνευταὶ τὴν σκληρὰν ὠνόμασαν. ταύτην οὖν ὥσπερ ταμιευσάμενος ἐκ μακροῦ κατὰ μηδενὸς ἑτέρου ἐπαφεὶς αὐτὴν ἐπὶ τοῦτον μόνον ἐπάξει, ᾧ καὶ ἐτηρεῖτο ἀναλόγως τῇ αὐτοῦ κακίᾳ. τίς δὲ ἦν οὗτος, ἀλλ' ὁ ἐξ ἀρχῆς ἐν τῷ παραδείσῳ τοῦ θεοῦ τὸν πρῶτον σκελίσας ἄνθρωπον καὶ καταβαλὼν ἀπὸ τῆς παρὰ τῷ θεῷ στάσεως. ἦν δ' οὗτος ὁ σκολιὸς οὗτος ὄφις καὶ δράκων προσφυῶς ὠνομασμένος διὰ τὸ χαμαὶ σύρεσθαι καὶ ἕρπειν καὶ τοῖς ποσὶν ἐφεδρεύειν τῶν ἀνθρώπων εἴ που τινὰ ἐνδακὼν καὶ τὸν ἐν αὐτῷ θανατηφόρον ἰὸν ἐγχρίμψας τῆς ὀρθῆς καὶ πρὸς τὸν θεὸν ἀγούσης καταβάλοι πορείας. ἡ μὲν οὖν τοῦ θεοῦ ῥάβδος εὐθεῖά τις οὖσα καὶ παιδευτικὴ κατὰ τό· «ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου», τοῖς ἰάσιμα ἡμαρτηκόσι τετήρηται εἰς παίδευσιν αὐτῶν καὶ βελτίωσιν καὶ ψυχῆς ὠφέλειαν προσαγομένη, ὁ δὲ μηδὲ ὀρθὸν μηδὲ εὐθὺ κεκτημένος ὅλος δὲ διόλου κάμπυλος καὶ σκολιός, χαμαί τε ἐπὶ τὸ στῆθος καὶ τὴν κοιλίαν ἕρπων, ἐφεδρεύων τε τοῖς πάντων ποσὶν ἐπὶ τὸ σκελίζειν καὶ καταβάλλειν αὐτοὺς μετὰ πάντας τοὺς ἀσεβεῖς, ὃς τῇ σκληρᾷ καὶ μεγάλῃ καὶ ἰσχυρᾷ μαχαίρᾳ παραδοθήσεται, ἣν αὐτῷ μόνῳ ὁ μέγας κριτὴς ἐταμιεύσατο. τίς δ' ἦν αὕτη ἡ μάχαιρα, ἣν ἁγίαν καὶ μεγάλην καὶ ἰσχυρὰν ὠνόμασαν οἱ Ἑβδομήκοντα, ἢ «ὁ ζῶν