116
τοῦ θεοῦ λόγος καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον». μάχαιραν ἐνταῦθα λέγει τὴν ἐνέργειαν τῆς δίκης, ἀλλὰ καὶ ἁγίαν καλεῖ, ὁμοῦ μὲν παραμυθούμενος τὸ φοβερὸν τῆς ἀπειλῆς, ὁμοῦ δὲ καὶ δεικνύς, ὡς οὐκ εἰς ἀπώλειαν καταστρέψουσιν οἱ τιμωρούμενοι, ἁγιωσύνης τε αἴτιον αὐτοῖς ἔσται μετανοοῦσιν. καὶ γὰρ οὐκ ἀπολέσαι βούλεται θεὸς παιδεύων, ἀλλὰ καθάραι καὶ ἁγιάσαι ἐπιστρέψαντας. ὁ δὴ ὡς ἀντιπάλῳ ἑαυτοῦ καὶ ἐναντίῳ τῶν αὑτοῦ κατορθωμάτων τῷ τοσούτῳ δράκοντι ἐπελθὼν ἀνελεῖν αὐτόν, ἐξ ὄντων τὴν ὑπόστασιν ἀφανίζων αὐτοῦ ὡς μηκέτ' εἶναι μηδ' ἐν τοῖς οὖσιν ἐξετάζεσθαι· διὸ οὐδὲ τῆς ὀργῆς τοῦ θεοῦ καταξιοῦται. παιδευτικὴ γάρ τις ἦν αὕτη καὶ ἐπιστρεπτική, καθὼς διδάσκει ὁ φήσας· «κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με», ὡς τοῦ μὲν θυμοῦ ἐλεγκτικὴν δύναμιν ἔχοντος, τῆς δὲ ὀργῆς παιδευτικήν, διὸ ἡ μὲν τοὺς ὑποδεέστερον ἡμαρτηκότας μετήρχετο ἐλέγχους ἐπάγουσα καὶ παιδεύουσα αὐτούς, ἐπεὶ δὲ ὁ δράκων οὔτ' ἐλέγχων οὔτε παιδείας ἄξιος ἦν, ἀλλὰ παντελοῦς ἀφανισμοῦ. διὰ τοῦτο ἡ μάχαιρα τοῦ θεοῦ ἡ ἁγία καὶ ἡ μεγάλη καὶ ἡ ἰσχυρὰ πρῶτον μὲν αὐτῷ ἐπέρχεται, ὁ δὲ θεασάμενος αὐτὴν φυγῇ ἑαυτὸν ἐπιδώσει, ἅτε ἀνόητος καὶ ἄφρων καὶ μὴ οἷός τε λέγειν· «ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω»; πλὴν ἀλλὰ πειρώμενον αὐτὸν φεύγειν καταλαβοῦσα ἡ τοῦ θεοῦ μάχαιρα ἡ ἁγία καὶ ἡ μεγάλη καὶ ἰσχυρὰ ἀνελεῖ τὸ σκολιὸν αὐτοῦ καὶ πᾶσαν αὐτοῦ τὴν ὑπόστασιν ἐξ ὄντων ἀφαιρουμένη καὶ ὥσπερ ἐν οἰκείοις μυχοῖς ἀποφεύγων κατακρύπτεσθαι ἐπειρῶτο ἐν τῇ καλουμένῃ θαλάσσῃ, περὶ ἧς εἴρηται· «αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων» καί· «δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ». καὶ ἐν τῷ Ἰὼβ δὲ χρηματίζων ὁ κύριος περὶ τούτου ἐδίδασκε λέγων· «ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις καὶ φορβεὰν περὶ ῥῖνα αὐτοῦ; ἢ δήσεις κρίκον ἐν μυκτῆρι αὐτοῦ»; οἷς ἐπιλέγει· «τοῦτ' ἔστιν ἀρχὴ πλάσματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ», καὶ πάλιν· «αὐτός ἐστί» φησι «βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν». ἐπιλύεται δὲ καὶ ἀμφιβολίαν ὁ λόγος ἐν τούτοις διδάσκων τούτου χάριν συγκεχωρῆσθαι αὐτῷ τὸ ζῆν «ἐπὶ τῷ καταπαίζεσθαι αὐτὸν ὑπὸ τῶν ἁγίων τοῦ θεοῦ» ἐγγυμναζομένων τῇ πρὸς αὐτὸν πάλῃ καὶ ποτὲ μὲν «ἄγκιστρα» αὐτῷ περιβαλλόντων, ποτὲ δὲ «φορβεὰν περὶ ῥῖνα αὐτοῦ» δεσμούντων, ἄλλοτε δὲ «κρίκον» αὐτῷ περιπειρόντων· διὸ καὶ εἴρηται· «πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ». ἀλλ' ἕως μετὰ τὸ πρὸς τὸν θῆρα τοῦτον ἀγῶνος τοῖς ἀθληταῖς τοῦ θεοῦ συνειστήκει, κἀκεῖνοι δοκιμὴν τῆς ἑαυτῶν παρεῖχον ἀρετῆς ἐν αὐτῷ καὶ δι' αὐτοῦ γυμναζόμενοι, καὶ αὐτὸς ὁ «δράκων» διετέλει «καταπαιζόμενος», ἐπεὶ δὲ λοιπὸν λέλυτο ὁ ἀγὼν καὶ «ἡ τοῦ θεοῦ δικαιοκρισία» τὰς ἀμοιβὰς παρεῖχεν τοῖς ἠγωνισμένοις ἐπὶ συντελείᾳ τοῦ παντός. μετὰ τὴν κατὰ τῶν ἀσεβῶν κρίσιν ἐπάξει ὁ θεὸς τὴν μάχαιραν αὐτοῦ τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιόν. εἴρηται κατὰ δὲ τὸν Σύμμαχον· κατὰ λευιαθὰν τοῦ ὄφεως τοῦ σκολιοῦ καὶ ἀποκτενεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ τῇ ἡμέρᾳ ἐκείνῃ, ὁ δὲ Ἀκύλας· ἐπὶ λευιαθὰν ὄφιν ἐσκιρρωμένον ἢ ἐσπειρωμένον καὶ ἀποκτενεῖ σὺν τὸ κῆτος τὸ ἐν τῇ θαλάσσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὁ δὲ Θεοδοτίων· ἐπὶ τὸν δράκοντά φησιν ὄφιν ἰσχυρὸν καὶ ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν καὶ ἀποκτενεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. ὁ αὐτὸς δὲ ὄφις καὶ ὁ δράκων λευιαθὰν ὀνομάζεται ὡς ἂν κυρίου ὀνόματος ὑπάρχοντος αὐτῷ τούτου. ὁ αὐτὸς δ' οὗτος ἦν «τὸ μέγα κῆτος», ὅπερ ὁ κύριος «χειρώσασθαι» λέγεται κατὰ τό· «ὁ μέλλων τὸ μέγα κῆτος χειροῦσθαι»· κἀκεῖ γὰρ λευιαθὰν ὠνόμασται καὶ ἐν τῷ Ψαλμῷ δὲ τῷ φήσαντι· «δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν