117
αὐτῷ», κατὰ τὴν Ἑβραϊκὴν φωνὴν λευιαθὰν ὠνόμασται. ὁμοίως δὲ καὶ ἐν τῷ Ἰώβ· «ἄξεις δράκοντα ἐν ἀγκίστρῳ», πάλιν λευιαθὰν χρηματίζει· τοῦτον τὸν τρόπον πολυκέφαλον καὶ πολυώνυμον δράκοντα καὶ ὄφιν καὶ διάβολον καὶ σατανᾶν καὶ «μέγα κῆτος» καὶ λευιαθὰν ὠνομασμένον, ἐν ἑτέροις δὲ καὶ «λέοντα» καὶ «βασιλίσκον». τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦτ' ἔστιν ἐν ἐκείνῳ τῷ τῆς συντελείας καιρῷ, ὁ τῶν ὅλων κριτὴς θεὸς ἀνελεῖ τῇ αὐτοῦ μαχαίρᾳ, ἀλλ' ἐκείνῃ μὲν τῇ ἡμέρᾳ τούτῳ αὐτῷ πληγὰς ἐπιθήσει· ἐπὶ δὲ τῆς πρώτης εἰς ἀνθρώπους αὐτοῦ παρουσίας ὁ Χριστὸς τοῦ θεοῦ οὐ κέχρηται αὐτῷ ὡς μαχαίρᾳ, διὸ οὐδὲ ἀνεῖλεν αὐτόν, ἐπέβη δὲ αὐτῷ μόνον καὶ τὰς δυνάμεις αὐτοῦ κατεπάτησεν. διὸ λέλεκται εἰς αὐτοῦ πρόσωπον· «ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα». καὶ νῦν μὲν αὐτὸν «καταπεπάτηκεν» καὶ εἰσέτι καὶ νῦν «καταπατεῖ» διδοὺς τοῖς αὐτοῦ μαθηταῖς «ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ», κατὰ δὲ τὸν δηλούμενον τῆς συντελείας καιρὸν μετὰ πάντας τοὺς ἀσεβεῖς ἡ μάχαιρα τοῦ θεοῦ φεύγοντα αὐτὸν καταλαβοῦσα διαχειρίσεται καὶ ἀνελεῖ ἐξ ὄντων εἰς τὸ μηκέτ' εἶναι. ἐνταῦθα καὶ ὁ περὶ τῆς καθολικῆς κρίσεως τοῦ θεοῦ λόγος περιγράφεται ἀρξάμενος ἀπὸ τοῦ· «Ἰδοὺ κύριος καταφθείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτήν». οὗ τέλος εἰληφότος ἡ προφητεία ἐξ ἑτέρας ἀρχῆς ὑποθέσεως ἰδιαζούσης ἅπτεται. 1.90 Ἀμπελὼν καλὸς ἐπιθύμημα περιγραφείσης τῆς προφητείας, δι' ἧς τὰ περὶ τῆς καθολικῆς κρίσεως τοῦ θεοῦ διελαλεῖτο, ἑτέρας ὑποθέσεως ὁ προφήτης ἀρχὴν ποιεῖται, περιέχει δὲ ἀπειλὰς κατὰ τῆς Ἰερουσαλὴμ καὶ κατὰ τῶν οἰκητόρων αὐτῆς διὰ τὴν εἰς τὸν κύριον ἀπιστίαν αὐτῶν. εἶθ' ἑξῆς τὸ ἀποστολικὸν κήρυγμα τὸ πάσῃ διαδοθὲν τῇ οἰκουμένῃ, εἶτα τῶν ἀμφὶ τὴν Μαγδαληνὴν γυναικῶν τῶν τὴν σωτήριον ἀνάστασιν τεθεαμένων μνημονεύει καὶ τῶν πάλαι εἰδωλολατρῶν ἐθνῶν τὴν ἐπὶ τὸν θεὸν ἐπιστροφὴν δηλοῖ, εἶτα θεσπίζει περὶ τοῦ συνεδρίου τῶν Σαδδουκαίων καὶ τῶν Φαρισαίων καὶ ἀρχιερέων τῶν κατὰ τοῦ σωτῆρος συνεληλυθότων, περὶ ὧν ἑξῆς μακρὸν ἀποτείνει λόγον. τὴν δὲ καταρχὴν ἀπὸ τῆς Ἰερουσαλὴμ ποιεῖται λέγων· ἀμπελὼν καλὸς ἐπιθύμημα. οὗτος δὲ ἦν αὐτὸς ἐκεῖνος, περὶ οὗ καὶ ἐν τοῖς ἔμπροσθεν ἔλεγεν· «ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι». ὃν καὶ διασαφῶν τίς ποτε εἴη, ἑξῆς ἐπῆγε τό· «ὁ γὰρ ἀμπελὼν κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστιν». ἦν οὖν ποτε καλὸς οὗτος καὶ ἐπιθύμημα ἦν, ὅτε ἦν «μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, καὶ σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ». εἰ γοῦν ἀναδράμοι τις τῇ διανοίᾳ ἐπὶ τοὺς χρόνους, καθ' οὓς ἔπραττε βασιλεύοντος †φέρε ∆αυὶδ ἢ ἄλλου τινὸς τῶν μεμαρτυρημένων ἐπὶ δικαιοσύνῃ ὄψεται, ὅπως καλὸς ἦν ὡς καὶ ἐπιθύμημα αὐτὸν λέγεσθαι. κεκόσμητο γοῦν προφήταις καὶ πνευματικοῖς ἀνδράσιν, ἱερατικῷ τε ἀξιώματι καὶ ἀρχιερατικῇ τιμῇ καὶ ἔτι πρὸς τούτοις ἀγγέλων ἐπιφανείαις, αὐτῇ τε τοῦ κυρίου ἐπισκοπῇ. Νυνὶ δὲ ὁ λόγος καὶ ταύτης ἐξάρχειν διδάσκει λέγουσαν αὐτὴν περὶ ἑαυτῆς τὴν ἐν τῷ ἀμπελῶνι πόλιν· ἐγὼ πόλις ὀχυρά, πόλις πολιορκουμένη· καὶ γὰρ ἦν ὡς ἀληθῶς ὀχυρά ποτε πόλις, ὅτε «φραγμὸν» περιεβέβλητο καὶ «κεχαράκωτο» ὡς πανταχόθεν αὐτὴν ἠσφαλίσθαι, οὕτω τε ἦν ὀχυρά, ὡς μηδὲν καταβλάπτεσθαι πολιορκουμένην, ἀλλὰ ποτὲ μὲν ἦν τοιαύτη, νυνὶ δὲ ἄκαρπος γενομένη καταλέλειπται, ὥστ' εἰρῆσθαι περὶ αὐτῆς· «καθελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα, καὶ ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ σκαφῇ οὐδὲ μὴ τμηθῇ». τὸ δ' αἴτιον διδάξει λέγων· «ὅτι ἔμεινα, ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας». καὶ ἐν τοῖς μετὰ χεῖρας δὲ τῆς αὐτῆς ἕνεκεν αἰτίας λέγεται· μάτην ποτιῶ αὐτήν· εἰς μάταιον γὰρ ἡ τοσαύτη ὑπῆρξε χορηγία τῇ προειρημένῃ πόλει, διὸ ἁλώσεται νυκτὸς ὑπὸ τῶν πολιορκούντων αὐτήν· καταληφθεῖσα γὰρ ἐν σκότῳ διὰ